Ancient Greek · ~6 min
Chapter 85
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 85
Not analysed yet
p. 95 b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον. Οὕτω φησὶ τὴν ακολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὴ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆφις εἰς ἄμεσον ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ' ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ' ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ γεγονέναι τι ἢ γίνεσθαι οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ' αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, μεθ' ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον.