Ancient Greek · ~1 min
Chapter 98
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 98
Not analysed yet
p. 96 b34 Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελόμενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν. Ἀντὶ τοῦ ‘ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου'· τὸ γὰρ μὴ δι' ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει.