Ancient Greek
579.1 to 579.14
Anonymi Logoi Duo, Λόγοι δύο 579.1-14
Unproofread scanNot analysed yet
καὶ ἄπταιστος ἐν ἅπασι θεολόγος. Ἤρκει μὲν υὖν καὶ τοῦτό γε μόνον εἰς ἀπόδειξιν τοῦ λόγου τῆς ἀληθείας· τῆς γὰρ νόθου καὶ παρεγγράπτου λέξεως ἐκείνης διαγραφείσης, ἐξ ἀνάγκης τὸ γνήσιον δείκνυται τοῦ παρ´ ἡμῶν ἀναγινωσκομένου καὶ γραφομένου, ᾧ δὴ καὶ βίβλοι πᾶσαι σχεδὸν όμοῦ, καθάπερ ἔφθην εἰπὼν ἤδη, προσμαρτυροῦσιν· ὡς ἂν δ´ ἑκ περιουσίας καὶ ξύμπασαν ἄλλην πρόφασιν ἀνέλωμεν τῶν ἀντιλεγόννων, ἐπεὶ γὸ ἀλλότριον ἀπεσκευασάμεθα κατὰ τὸν εἰπόντα, καὶ τρόπον ἕτερον τὸ ἡμέτερον, μᾶλλον δὲ τὸ τοῦ ἡμετέρου πατρός τε καὶ διδασκάλου συστήσομεν, τοῖς αὐτοῦ καὶ αὖθις κατὰ τῶν αὐτὸν συκοφαντούντων χρησάμενοι λόγοις. Φησὶ τοιγαροῦν ὁ σοφὸς οὐτωσὶ περὶ τῆς ἐκ Πατρὸς ἀνάρχου γεννήσεως τοῦ Υἱοῦ πρὸς τὸν αὐτὸν Εὐνόμιον αὖθις γράφων· Εἰκόνα νοεῖν χρὴ τοῦ Θεοῦ τοῦ ἀοράτου οὐ κατὰ τὰς τεχνητὰς ταύτας, ὕστερον ἀπεργασθεῖσαν πρὸς τὸ ἀρχέτυπον, ἀλλὰ συνυπάρχουσαν καὶ συνυφεστηκυῖαν τῳ πρωτοτύπως ὑποστήσαντι τῷ εἶναι τὸ ἀρχέτυπον οὗσαν. Καὶ πάλιν πρὸς τὸν αὐτόν· Ἀλλ´ εἴπερ αἰῶνες πάντες κάτω που τῆς γεννήσεως τοῦ Μονογενοῦς νοοῦνται, αὐτοῦ κείνου ὄντες ποιήματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρἀλλοιότερον ἐρωτᾷ ἢ εἰ περὶ τοῦ Πατρὸς ἐπυνθάνετο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως ἢ οὐχί. Ἐν δὲ τοῖς περὶ τοῦ ἁγίου Πνεύματος οὕτω θεολογῶν Δ αὐτὸς αὖθίς φησι· Τοῦτο τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει τὸ Πνεῦμα, τὸ διὰ τοῦ Υἱοῦ γνωρίζεσθαι. καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ἤκουσας, πῶς οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δις κατ´ αὐτὸ καὶ τρὶς καὶ πολλάκις ὁ θαυμαστὸς Βασειος ἐπὶ τῇ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προαιωνίῳ vεὐνήσει τε καὶ ὑπάρξει, καὶ δὴ καὶ τῇ προβολῇ τοῦ ὁμοουσίου Πνεύματος τῇ ὑπεστήσατο καὶ ὑπέστηισρν ἐχρήσατο λέξει; Καὶ τὸ καινόν ὁμοῦ τε καὶ χάριεν, ὅτι κἀπὶ τοῦ αὐτοῦ ἑνὸς κατὰ ταυτὸ λόγου τε καὶ βιβλίου, διὰ σὲ καὶ τὰς σὰς οἷμαι προλήψεις καὶ ὑπολήψεις, ἵν´ εἰ μὴ τῷ προτέρῳ πεισθείης, τὸ δεύτερον σε διδάξῃ·