Ancient Greek
579.15 to 579.27
Anonymi Logoi Duo, Λόγοι δύο 579.15-27
Unproofread scanNot analysed yet
εἰ δὲ καὶ τοῦ δευτέρου παρακούσεις, τὸ τρίτον γοῦν σε καὶ τὸ μετ´ αὐτὸ πρὸς τὸν τοῦ διδασκάλου σκοπὸν, καὶ τὸν ἦχον τῆς ἐν ἐκείνῳ λαλούσης πνευματικῆς σάλπιγγος ἀφυπνίσῃ καὶ διεγείρῃ. Οὐκ ἄρα παρὰ τῶν ἡμετέρων, ὡς αὐτὸς συκοφαντῶν ἔφης, μεταβέβληται καὶ διέφθαρται τὰ τῶν θεολόγων βιβλία· παρὰ τῆς σῆς ἑταιρείας δὲ μᾶνλον, οἷς ἄνωθεν ἔθος ταυτὶ κακουργεῖν, καθὰ δὴ καὶ προὔφην. Καὶ εἰ βούλει, καὶ αὐτά σοι παρελπάντες ὑποδείξομεν τὰ πυκτία, τὰς τῶν μαχαιρίων τοριφέροντα λαθραίας κατατομάς τε καὶ παραξίσεις. θἱᾶλλον δ´ ἐκεῖνα μὲν καὶ αὐτὸς οἷσθα, ξύνοισίά γε νακῶς τοῖς κακῶς εἰργασμένοις, ὧν δήπου καὶ καθηἦτὴν καὶ πρόμαχον μετὰ τὸν πρῶτον αὐτῶν καθηγητὴν, καὶ τὴς ὁρθῆς δόξης πολέμιον, σαυτὸν ἡμῖν ἄρτι δεικνύεις. Ὑπὶ δὲ τὸν σοφὸν ἱἱασίλειον καὶ φοὺς ἐκείνου λόγους ἴωμεν αὖθις. Τοὺς γοῦν περὶ ὁημιουργίας Θεοῦ τοῦ μεγάλου Μωσέως ὁ μάγασξγούχενος λόγου, κατ´ αὐτὰς εὐθὺς τὰς τῆς ἐξηγήσεως ἀρχὰς δείκνυσιν, ὡς οὐν ἐπὶ τῶν κτιστῶν, ἀλλ´ ἐπὶ τῶν ἀκτίστων μάλιστ´ αὐτὸς τῇ ὑκεστήσατο καὶ ὑπέστησε χρῆται λέξει. Τὸ χὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰς ἑρμηνείαν προθελς ἑαυτῷ, καὶ πολλὰ μὲν περὶ ἀρχῆς, τινὰ δὲ καὶ περὶ τοῦ ἐποίησε Ἐιελθὼν, εἶτ´ ἐπιφέρει· Ἦνα δειχθῇ ὅτι ὁ κόσμος οὗτος τεχνικόν ἐστι κατασκεύασμα προκείμενον πᾶσιν εἰς θεωρίαν, ὥστε δι´ αὐτοῦ τὴν τοῦ ποιήσαντος αὐτὸν σοφίαν ἐπιγινώσκεσθαι, οὐκ ἄλλῃ τινὶ ἐχρήσατο φωνῇ ὁ σοφὸς Μωϋσῆς περὶ αὐτοῦ, ἀλλ´ ἠεἶπεν, Ἐν ἀρχῇ ἐποίησεν, οὐχὶ ἐνήργησεν. οὐδὲ ὑπέστησεν, ἀλλ´ ἐποίησε. Καὶ καθότι πολλοὶ τῶν φαντασθέντων τυνυπάρχειν ἐξ ἀιδίου τῷ Θεῷ τὸν κόσμον οὐχὶ γεγενῆσθαι παρ´ αὐτοῦ συνεχώρησαν· ἀλλ´ οἱονεὶ ἀποσκίασμα τῆς δυνάμεως αὐτοῦ ὄντα, αὐτομάτως παρυποστῆναι· καὶ αἴτιον μὲν αὐτοῦ ὁμολογοῦμεν Θεὸν, αἴτιον δὲ ἀπροαιρέτως, ὡς τῆς σκιᾶς τὸ σῶμα, καὶ τῆς λαμπηδόνος τὸ ἀπαυγάζον·