Ancient Greek
581.16 to 581.26
Anonymi Logoi Duo, Λόγοι δύο 581.16-26
Unproofread scanNot analysed yet
Πόσου ἄν τις ἐπρέατο τὸ τῶν ἀπορουμένων ἐπὶ ταῖς τοῦ μεγάλου θεολογίαις αὐτὸν ἐκεῖνον τὸν Πατέρα τῶν λόγων ἐξηγητήν καὶ Ἀιδάσκαλον νῦν εὑρέσθαι; Καὶ ἱδοὺ πάρεστιν ἀμογοτί τε καὶ προῖκα παντὶ τῷ βουλομένῳ τούτου τυχεῖν, ἰκανῶς γε καὶ ὡς ἀμφοτέροις ἕδει, τῷ διδάσκοντί φημι καὶ τῷ μανθάνοντι ταῦτα, τῶν λύσεων πάλαι γεγενημένον διὰ τῆς ἐρωτήσεως τούτου. Ἀλλὰ γὰρ πρὶν εἰς τὰς τοῦ διδασκάλου λύσεις καὶ ἡμᾶς ἑαυτοὺς καθεῖναι, ἀναγκαῖον οἷμαι σκέψασθαι καὶ σαφέστερόν πως μαθεῖν ἐκ τῶν εἰρημένων. τίνα τὰ πρὸς τὸν σοφὸν Διονύσιον διαπορηθέντα τῷ ἀποστόλῳ τούτῳ. Ἑπεὶ καὶ θεῖος καὶ σοφός τις καὶ ὑψηλὸς ὁ ἀνὴρ τὰ θεῖα, καὶ τῶν ἀκολούθων τε καὶ ὁμιλητῶν Παύλου δηλαδὴ τοῦ σκεύους τῆς ἐκλογῆς οὗτος ὁ προὔχων, ὑφ´ οὖ δὴ καὶ τέκνον ἀγαπητὸν καὶ συναθλητὴς τε καὶ συναπόστολος καὶ παρηκολουθηκὼς ἑκείνου τῇ διδασκαλίᾳ, καὶ συνεργάτης αὐτῷ καὶ συσπουδαστὴς τοῦ Εὐαγγελίου, καὶ πάντ´ ἐκεῖνά γε μαρτυρεῖται. Καὶ οὐκ λν ὁ τοσοῦτος ἄνευ απουδῆς οὐδὲ Πνεύματος δίχα τὴν περὶ τούτων ἔρευναν καὶ τὰς πεύσεις συνεχῶς ἐποιεῖτο. Τίς οὖν ἡ ἐρώτησις; Ἰκούσαμεν ἤδη πρὸ βραχέος πρὸς αὐτὸν εἰπόντος τοῦ διδασκάλου, Ἐπειδὴ καὶ ἄλλοτέ μου δι´ ἐπιστολῆς ἐπύθου τί ποτε ἄρα φημὶ τὸ αὐτοεῖναι, τὴν αὐτοῦωὴν, τὴν αὐτοσοφίαν, καὶ πρὸς ἑαυτὸν ἔφης ἀπορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωήν φημι, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑποστάτην, ἀναγκαῖον ᾠήθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἀπορίας τὸ ἐφ´ ἡμῖν ἀπολῦσαι. Τί οὖν ἐστιν ἐνταῦθα τὸ διαπορούμενον τῷ σοφῷ Τιμοθέῳ; Μὴ τὴν αὐτοζωὴν, ἢ τὴν αὐτοσοφίαν, ἢ τὸ αὐτοὸν καὶ οὖτος κατά τινας τῶν ἀντιλεγόντων νῦν ὑπείληφε κτίσμα: Καὶ εἰ τοῦτο ἦν καὶ οὔτως ἐνομίσθη γε τούτῳ, τί τὸ ἀπορούμενον ἦν, καὶ τίς ἡ πρὸς τὸν διδάσκαλον πεῦσις; Ἢ μακρῶν ἔδει λόγων τε καὶ συλλογισμῶν, ὥστε μαθεῖν, ὅτι τῆς ἀνθρωπείας ζωῆς, καὶ σοφίας δὲ τῶν κτιστῶν ὄντων ἁπλῶς πάντων, ὁ Θεός ἐστι ποιητής τε καὶ κτίστης.