Ancient Greek
581.8 to 581.15
Anonymi Logoi Duo, Λόγοι δύο 581.8-15
Unproofread scanNot analysed yet
Οὐ γὰρ αὐτοί γέ εἰσιν οἱ λαλοῦντες κἀνταῦθα, κατὰ τὸν Χριστοῦ φάναι λόγον, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν αὐτοῖς. Ὡς ἂν δὲ μὴ δόξαιμεν ἀτελῆ πιως τὴν ὁμιλίαν καὶ ἡμεῖς ταυτηνὶ καταλείπειν ἐνταῦθα· τοὺς μὲν καθόλου περὶ τῆς θείας ἐνεργείας καὶ θεότητος λόγους, καὶ τοὺς περὶ τούτων αὐτῶν ζητοῦντας, εἴς τε τὰ βιβλία καὶ τοὺς πολλοὺς καὶ καλοὺς ἐκείνους παραπέμψομεν λόγους, ἄλλοις τε λογογραφηθέντα σοφοῖς καὶ μεγάλοις Πνεύματος καὶ λόγου δυνάμει μετὰ τοὺς ἀρχαίους διδασκάλους φημὶ καὶ Πατέρας τοῦ λόγου, καὶ ἡμῖν αὐτοῖς οὐ παρέργως· τὴν δ´ ὑπεστήσατολέξιν, καὶ ὅπως τὸν Θεὸν ὑποστάτην τῶν φυσικῶν ἑαυτοῦ δυνάμεών τε καὶ μετοχῶν ἀνυμνεῖ πυκνῶς ὁ θεολόγος ἐκεῖνος, ὃ δήπου καὶ σκοπὸς ἄνωθεν ἦν τῷ λόγῳ, καὶ αὖθις ἐνεγκόντες εἰς μέσον καὶ τὸν τοῦ λόγου σκοπὸν παρ´ ἐκείνου ζητήσαντες καὶ μαθόντες καθόσον οἷόν τε, τὸν περὶ τοὔτου τέως ἐνταῦθα καταπαύσομεν λόγον, Σὺ μὲν οὖν, οὐκ οἶδ´ ὅπως, κτιστῶς ὑποστήσασθαι γὴς τὸν Θεὸν τὰς φυσικὰς ἑαυτρῦ δυνάμεις, καὶ διὰ «τοῦτο καὶ κτίστην τὸν ὑποστάτην αὐτῶν ὑπολαμβά. νων λέγεις ὡσαύτως, οὐδ´ αὐτὸν ἐκεῖνον τὸν σοφὸν τέως αἰδούμενος θεολόγον, ἐξηγούμενον τὰ οἰκεῖα, καὶ ἐαυτὸν ἐπίτηδες ἐρμηνεύοντά τε καὶ σαφηνίζοντα, καὶ πᾶσαν ἀμφιβολίαν τε καὶ ἀντιλογίαν ἐκ μέσου τιθέντα. Ἐκεῖνος δ´ αὐτὸς, ἀκούσωμεν δι´ ὀλίγων τινῶν, ἃ περὶ τούτων αὐτῶν λέγει. Πρὸς γάρ τοι τὸν ἱερὸν Τιμόθεον τὸν περὶ τῶν θείων ὀνομάτων τε καὶ πραγμάτων τουτωνὶ ποιούμενος λόγον, τάδε κατὰ λέξιν ἐν ἑνδεκάτῳ φησὶ κεφαλαίῳ· Ἀλλ´ ἐπειδὴ καὶ ἄλλοτέ μου δι´ ἐπιστολῆς ἐπύθου τί ποτε ἄρα φημὶ τὸ αὐτοεῖναι, τὴν αὐτοζωὴν, τὴν αὐτοσοφίαν, καὶ πρὸς σεαυτὸν ἔφης ἀκορῆσαι, πῶς τὸν Θεὸν ποτὲ μὲν αὐτοζωήν φημι,, ποτὲ δὲ τῆς αὐτοζωῆς ὑκοστάτην, ἀναγκαῖον ᾠήθην, ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε, καὶ ταύτης σε τῆς ἀπορίας, τὸ ἐφ´ ἡμῖν ἀπολῦσαι.