Ancient Greek
585.1 to 585.16
Anonymi Logoi Duo, Λόγοι δύο 585.1-16
Unproofread scanNot analysed yet
πῶς διὰ τοῦ ἀλλοτρίου τούτου τῆς φύσεως τοῦ Θεοῦ, λέγω δὴ τῆς κτιστῆς θεότητος, ἡ θέωσις καὶ ἡ ἕνωσις τοῦ Θεοῦ γίνεται, ἢν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ δι´ ἄφατον φιλανθρωπίαν γενόμενος ἄνθρωπος, ὑπὲρ πάντα καὶ λόγον καὶ νοῦν ἐν ἀγίῳ Πνεύματι τοῖς ἀνθρώποις ὑπερφυῶς ἐχαρίσατο· Διὸ δήπου καὶ Κύριλλος ὁ σοφὸς θεολόγος ὑπὸ τοῦ Ἐρμείου ἐρωτηθεὶς, ὅπως ἂν ἐν ἡμῖν ἡ τοῦ Πατοὸς καὶ τοῦ Υἱοῦ κατὰ τὸν αὐτοῦ λόγον ἐνοίκησις νοοῖτο καὶ πράττοιτο, μία τις οὖσα καὶ οὐ διάφορος, Οὐδ´ ὁπωστιοῦν. φησὶν, ἔν γε τούτῳ τὸ χαλεπὸν ἢ δυσέφικτον. Πῶς γὰρ ἂν ἐτέρως ἢ διὰ τοῦ ἁγίου Πνεύματος, θείων ἡμᾶς χαρισμάτων ἀναήιμπλάντος δι´ ἑαυτου. καὶ τῆς ἀῤῥήτου φύσεως κοινωνοὺς ἀποφαίνοντος; Καὶ πάλιν ἐν τοῖς Θησαυροῖς ὁ αὐτὸς, Ἀλλ´ εἴπερ ἦν, φησίν, οὕτως ποίημα κατὰ τὴν τῶν ἐτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην Κἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἷμαι, του σωφρονεῖν ὀρθῶς ἐκβήσεται, [ώς χολμῆσαι τοῦτο καὶ μόνον εἰπεῖν, τὴν θείαν οὐσίαν Ἐι´ ὁργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεζθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς διαβαίνουσαν φυσικῶς πρός τινα τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. Ἄλλως τε, εἰ μὲν κτίσμα κατὰ τὸν ἡμέτερον λόγον, οὐκ ἂν εἴη θεότης· εἰ δὲ θεότης, καὶ θέωσις, καὶ θεαρχία, κατὰ τὸν ἱερὸν τῶν θεολόγων χορὸν, πῶς κτίσμα; μακρὰν γὰρ κατὰ πολὺ ταῦτα, καὶ κατὰ διάμετρον ὡς εἰπεῖν ἀλλήλοις ἀντίκειται. Ἢ οὐκ ἀκούττς, εἰπὲ, τοῦ ἐν θεολογίᾳ θαυμαστοῦ Γρηγορίου πρὸς τοὺς κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ πάλαι κακῶς φάσκοντας λέγοντος, Εἰ μὲν Θεὸς, οὐ κτίσμα· μεθ´ ἡμῶν γὰρ τὸ κτίσμα τῶν οὐ θεῶν· εἰ κτίσμα δὲ, οὐ Θεός· ἤρξατο γὰρ χρονικῶς. Ὃδὲ ἤρξατο, ἦν ὅτε οὐκ ἦν. Οὖ δὲ πρεσβύτερον τὸ οὐκ ἦν, τοῦτο οὐ κυρίως ὄν·