Ancient Greek
585.17 to 585.25
Anonymi Logoi Duo, Λόγοι δύο 585.17-25
Unproofread scanNot analysed yet
τὸ δὲ μὴ κυρίως ὃν πῶς Θεός; Ἀλλ´ Ἐπεὶ δὲ τὰς περὶ τὰς λέξεις καθ´ ἡμῶν συκοφαντίας τε καὶ καινοτομίας καὶ τὰς οὐ καλὰς περὶ θεά τητος καὶ τῶν αὐτῆς θεολόγων ἐξηγήσεις ἐκείνων διὰ βραχέων ἐξηλέγξαμεν καθόσον οἷόν τε, φέρε τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου τοῦ λάμψαντος ἐπ´ ὄρους Δεσπότου, κατὰ τὸν προφητικὸν καὶ ἡμεῖς ὁδηγούμενοι λόγον, καὶ πρὸς τὸ δεύτερον καὶ τελευταῖον ἔλθωμεν ἤδη τῶν ζητημάτων. Τί οὖν ἐστι τὸ περὶ τοῦ Δεσποτικοῦ τούτου φωτὸς τῆς ἀπροσίτου φημὶ καὶ φυσικῆς τῆς θεότητος δόξης, τῆς ἀδίου καὶ συνανάρχου ταύτῃ λαμπρότητος καὶ ἀνεσπέρου ἀκτῖνος, παρ´ ἐκείνων, ὡς ἔφης, λεγόμενον; Εἰ μὲν οὐκ εἶδον ἐκεῖνο τὸ φῶς, φησί, τοῖς ὀφθαλμοῖς ἐπὶ τοῦ ὄρους οἱ τότε Χριστῷ συναναβάντες ἀπόβτολοι, θεῖόν τε καὶ ἄκτιστον ἦν πάντως, καὶ διὰ τοῦτο κἀκεῖνοι, σῶμα καὶ σωματικοὺς ὀφθαλμούς περιφέροντες, ἐκεῖνο ποοσβλέψαι τοπαράπαν οὐκ ἐδυνήθησαν. Γως γὰρ ἀν τῇ κτιστῇ φύσει τὸ ἄκτιστον φῶς χωρητὸν ὅλως γένοιτο; Οὐ γὰρ μὴ ἴδοι ἄνθρωπος τὸ πΙόσἐκεῖνοι Θεόν τε καὶ κτίσμα μηδέν τι διαφέρειν φασίν ἄντικρυς, τὸν κακῶς ἀπολούμενον, μᾶλλον δὲ καὶ κάκιστ´ ἀπολωλότα, φεῦ! δι´ ὧν λέγρυσι παρεισάγοντες αὖθις, καθάπερ ἔφην, Ἀκίνδυνον μετὰ τῶν μακρῶν ἐκείνων ληρημάτων, καὶ τῆς πολυθέου πλάνης, καὶ τῆς τῶν κτισμάτων λατρείας ἅπερ ἐκεῖνος ἑαυτὸν συνιστὰς δῆθεν τῶν εὐσεβῶν κατεψεύσατο, εἰ καὶ λαθεῖν τοπαράπαν οὐκ ἴσχυσεν. Ἄρ´ οὐ γελᾷς ἢ καταγελᾷς μᾶλλον, ἵν οἰκειότερον εἴπω, καὶ σὺ, φίλων ἀνδρῶν εὐγενέστατε, τῆς τοσαύτης ἀβελτηρίας ἢ παρανοίας, ἢ ἀναισθησίας, ἢ οὐκ οἶδ´ ὅ τι καὶ φῶ, τῶν ἐκεῖνα φρονεῖν τε καὶ λέγειν προῃρημένων Ἐμοὶ δὲ καὶ θαυμάζειν ἰσχυρῶς ἔπεισι, πῶς οὐ καὶ λίθοις αὐτοὺς ἡ. τῶν εὐσεβῶν πληθὺς καθάπερ οἱ τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν πάλαι ξένῳ πυρὶ θυμιάσαντας βάλλουσιν, ἢ καὶ κατὰ κρημνῶν που ῥίπτουσι, θεότητα καὶ Θεὸν κτιστὸν μετὰ τὴν σωτήριον τοῦ Χριστοῦ σάρκωσιν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν, δι´ ὧν ἡ τῶν κτισμάτων λατρεία καθάπαξ ἐκ μέσου γέγονε, τῇ Ἐκκλησίᾳ Χριστοῦ κακῶς παρεισάγειν ἐθέλοντες.