Ancient Greek
588.18 to 588.22
Anonymi Logoi Duo, Λόγοι δύο 588.18-22
Unproofread scanNot analysed yet
τούτοις τοιγαροῦν κἀκεῖνος προσμαρτυρῶν Πνεύματι τῷ ἰδίῳ, ἐκ τῆς νεφέλης καὶ γάρ φασι τῆς λαμπρᾶς. ἐκείνης τὴν φωνὴν ἐκραγῆναι, σύμβολον τοῦ Πνεύματος οθσης, Οὖτός ἐστι, φησὶν, ὁ Υίός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· τά τε ἄλλα διακελευόμενος αὐτῷ πειθηνίους καὶ εἴκοντας ἡμᾶς ἑαυτοὺς παρέχειν, καὶ περὶ τὸ μυστήριον οἶμαι τοῦτο πρό γε τῶν ἄλλων, ὥστε μὴ τὰ τῶν ἀραχνῶν ὑφάσματα, κατὰ τὸν μέγαν εἰπεῖν Ἰωάννην, τοὺς ἀνθρωπίνους φημὶ λογισμοὺς καὶ τῆς μωρανθείσης πάλαι σοφίας τοὺς λόγους τῆς τοῦ Θεοῦ σοφίας τοῖς ὑπερφυέσι λόγοις τολμᾷν παρυφαίνειν, ὃ δὴ καὶ Βαρλοὰμ ὁ Λατῖνος καθάπερ ἔφθην εἰπών, αἴσχιστα πεπονθὼς πρότερον ὦπται, ἀλλ’αύτοῦ μόνου κατὰ τὴν ἄνωθεν ἀπόφασιν, διά τε τῶν αὐτοῦ θείων Εὐαγγελίων καὶ τῶν τούτων ἐξηγητῶν τε καὶ θεολόγων ἀκούειν ἀρκεῖ μὲν οὖν καὶ ταῦτα, καὶ ἀρκούντως γε πάντως ἔχει τοῖς ἀκούειν δυναμένοις, καὶ συνιέναι τῶν εὐαγγελικῶν λόγων ἡ ἐκ περιουσίας αὕτη παντοδαπὴ δήλωσις, καὶ σαφήνεια τοῦ θείου τουτουὶ μυστηρίου. Ὁτι τε γὰρ εἶδον οἱ ἀπόστολοι τοῦτο, καὶ ὅτι θεῖον καὶ ἄκτιστον, καὶ ὅτι φυσικὴ δόξα καὶ βασιλεία Θεοῦ καὶ οἱονεί τις ἀρχὴ τῆς λαμπρότερόν τε καὶ τελεώτερον σὺν Χριστῷ φανησομένης ἐν τῷ μέλλοντι θείας δόξης καὶ βασιλείας, ης αὐτῷ σύν γε τοῖς ἀποστόλοις καὶ ξύμπαντες ἁγίων ὁμοῦ καὶ δικαίων χοροὶ κοινωνήσουσι λάμποντες, κατὰ τὴν αὐτοῦ πρόρρησιν, ὡς ὁ ἥλιος, καὶ ἰσάγγελοι καὶ υἱοὶ Θεοῦ χρηματίζοντες, ὅπερ ἔφθην εἰπὼν, ἱκανῶς τε καὶ ἀξίως τοῦ σώζοντος λόγου πάντα δεδήλωται.