Ancient Greek
589.1 to 589.7
Anonymi Logoi Duo, Λόγοι δύο 589.1-7
Unproofread scanNot analysed yet
Ὡς ἂν δὲ καὶ τὰς δοκούσας πάσας λαβὰς καὶ τὸ περιττόν τε καὶ φιλότιμον τῆς τινων ἀδολεσχίας ἐκ περιουσίας καὶ αὖθις ἐγκόψωμεν, πρὸς δὲ καὶ τοὺς ἀγνοοῦντας πλατύτερον ὡς μάλιστα διδάξωμεν τὸ μυστήριον, ἴνα μὴ τοῖς ὑπ´ ἐκείνων παραῤῥιπτουμένοις προσκόμμασι συμποδίζοιντο, τοὺς μετὰ τοὺς πρώτους εὐαγγελιστὰς καὶ ἀποστόλους Χριστοῦ μαθητὰς σὐδὲν ἧττον αὐτοῦ καὶ εὐαγγελιστάς, τοὺς Κἀρχηγοὺς καὶ Πατέρας καὶ διδασκάλους μετὰ τοὺς ρώτους ἐκείνους Πατέρας τε καὶ διδασκάλους περὶ τῶν αὐτῶν ἐρωτήσωμεν, ὅπως μὴ δόξωμέν τισι τῶν πάντα ῥᾳδίων ἀφ´ ἑαυτῶν τι παρεισάγειν τῷ λόγῳ, καὶ συνάγειν ἐκεῖνον δῆθεν, πρός γε τὸ τῆς γνώμης βουλόμενον. Ἐπερώτησον, καὶ γάρ φησι, διὰ τοῦ θείου Δαβὶδ τὸ Πνεῦμα τὸ ἄγιον τὸν Πατέρα σου, καὶ ἀναγγελεῖσοι τοὺς πρεσβυτέρους σΡυ. καὶ ἐροῦαί σοι. Παρίτω τοιγαροῦν πρῶτος τῶν ἄλλων περὶ τούτων διδάξων ὁ μόνος ἀξιώτατος εἴπερ τις ἐξηγητὴς τῶν Εὐαγγελίων Χριστοῦ, τὸ χρυσοῦν τῆς Ἐκκλησίας φήμα στόμα, Ἰωάννης ὁ κοινὸς τῆς οἰκουμένης διδάσκαλος. Οὗτος τοιγαροῦν τὸν εὐαγγελιστὴν Ματθαῖον ἡμῖν ἐξηγούμενος, ἀκούσωμεν οἶά φησι περὶ Χριστοῦ καὶ τῆς αὐτοῦ θείας μεταμορφώσεως. Ἐπειδὴ, φησὶ, πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα, καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χεραί, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις, οἷον τὸ σώζειν ψυχὴν τοὺς ἀπολλύντας αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῆ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, τὸ ἀποδιδόναι τὰ ἔπαθλα, βουλόμενος καὶ τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ δεῖξαι τές ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ´ ἧς μέλλει παραγίνεσθαι, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν καὶ κατὰ τὸν παρόντα βίον, δείκνυσιν αὐτοῖς καὶ ἀποκαλύπτει ταύτην, ἴνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ μήτε ἐπὶ τῷ τοῦ Αεσπότου λοιπὸν ἀλγῶς. Κάτεχε δή μοι ταῦτα παρὰ σεαυτῷ ἀσφαλῶς καὶ μάλιστα τῶν ἄλλων ἐκεῖνα, τὸ, ὅτι βουλόμενος τὴν ὄψιν αὐτῶν πληροφορῆσαι, καὶ ὅτι δεῖξαι θέλων τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ´ ἦε μέλλει παραγίνεσθαι ἐν τῇ δευτέρᾳ δηλονότι παρουσίᾳ αὐτοῦ, ὡς ἐγχωροῦν ἦν αὐτοῖς μαθεῖν κατὰ τὸν παρόντα βίον, ἀποκαλύπτει καὶ δείκνυσιν αὐτοῖς διὰ τῆς ἰδίας μεταμορφώσεως.