Ancient Greek
589.8 to 589.36
Anonymi Logoi Duo, Λόγοι δύο 589.8-36
Unproofread scanNot analysed yet
Ἄκουε δή μοι καὶ πάλιν τῆς αὐτῆς χρυσῆς σάλπιγγοι, μέγα τι καὶ θαυμαστὸν περὶ τῶν αὐτῶν διηχούσης, καὶ οἷον ἐξ οὐρανοῦ φθεγγομένης καὶ διδασκούσης τὰ θεῖα μυστήρια. Τὰ γὰρ τοῦ σοφοῦ Δαβὶδ ὁ σοφὸς ἐξηγούμενος, Ἀνέβη, φησὶν εἰς τὸ ὄρος ὁ Ἰησοῦς, καὶ μετεμορφώθη ἔμπροπθεν αὐτῶν. Τί ἐστι μετεμορφώθη; Παρήνοιξε, λένει, ὀλίγον τῆς θεότητος, καὶ ἔδειξεν αὐτοῖς τύν ἐνοικοῦντα Θεὸν, καὶ ἔλαμψε τὸ πρόσωσον αύτοῦ ὡς ὁ ἣλιος. Τὰ δέ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὠς ἡ χιών. Ἠθέλησε δεῖξαι τὴν λαμπηδόνααὐτοῦ ὁ Εὐαγγελιστὴς, καὶ λέγει ἔλαμύεν. Ἔλαμψε πῶς; ἔλαμψε φαιδρῶς, εἰπέ μοι, καὶ πῶς; Ὡς ὁ ήιλιος. Ὡς ὁ ἥλιος λέγεις; Ναί. Διατί; Οὐκ ἔχω ἄλλο ἄστρον φαιδρὸν καὶ λευκόν. Λευκὸς ἧν ὡς χών. Οὐκ ἔχω ἄλλην ὕλην λευκοτέραν. Ὃτι γρ οὐχ οὔτως ἔλαμψεν, ἀπὸ τοῦ ἑξῆς δείκνυται, Καὶ ἔκεσον χαμαὶ οἱ μαθηταί. Εἰ δὲ ὡς ἥλιος ἔλαμψε, οὐκ ἔπιπτον οἱ μαθηταί. Ἠλεὸν μὲν γὰρ ἔβλεπον καθ´ ἡμέραν, καὶ οὐκ ἔπιπτον. Ἀλλ´ ἐπειδὴ ὑπὲρ τὸν ἤλιον ἔλαμψε καὶ ὑπὲρ τὴν χ όνα, διὰ τοῦτο μὴ φέροντες τὴν λαμπηδόνα κατέπεσον. Καὶ μετ´ ὀλίγον· Ταῦτα εἶπον, φησίν, ἵνα μὴ τῇ κὔτελείᾳ τῆς λέξεως ἐναπομείνῃς. Ἔδειξα σοι τὸ πτῶμα τῶν μαθητῶν. Καὶ ἔπεσον χαμαί. Ἐκαρώθησαν καὶ κατεχώννυντο. Ἀναστήσας ἤγειρεν αὐτοὺς, καὶ ἧσαν βεβαρημένοι. Τὴν γὰρ ὑπερβολὴν τῆς λαμπηδόνος οὐκ ἤνεγκαν, ἀλλὰ κάρος ἔλαβε τοὺς ὀφθαλμοὺς αὐτῶν. Οὅτω τὸ φαινόμενον φῶς ὑπὲρ ἤλιον ἦν. Ἔχεις κ τοῦ κοινοῦ τούτου διδασκάλου σαφέστερον καιὶ μὗθις μαθὼν, τί ἐστι τὸ μστεμορσώθη. Ὅτι παρήνοιξε, φησὶν, ὀλίγον τῆς θεότητος καὶ ἔδειξε τὸν ἐνοικοῦντα Θεὸν, ὅτι τε ὑπὲρ πᾶσαν αἰσθητοῦ σωτὸς φύσιν λαμπρότερον ἀπαραμίλλως ἦν ἐκεῖνο τὸ φῶς, καὶ ὅτι καὶ ὀφθαλμοῖς εἶδον αὐτὸ οἱ ἀπόστολοι, καὶ διὰ τοῦτο καὶ τῇ ὑπερβολῇ τῆς λαμπηδόνος κάρῳ ληφθέντες, ὡς ἤκουσας, Κπεσον χαμαί.