Ancient Greek
592.25 to 592.34
Anonymi Logoi Duo, Λόγοι δύο 592.25-34
Unproofread scanNot analysed yet
Τῆς γὸρ ἐαυτοῦ σαρκὸς, [φησὶν ὁ Χριστὸς, ὥσπερ ἐπὶ τῆς πέτρας τῳ Μωϋσῇ τυπικῶς πάλαι σμικροτάτην ὀπὴν παρανέῳξε, καὶ φωτὶ ἀκλέτῳ καὶ κάσης ὕνεως ἰσχυροτέρῳ τοὺς παρόντας ἐκει κατήστραψε· καὶ ὅτι τότε τοῖς ἀποστόλοις ἑωράθη τὰ μὴ δυνάμενα κατὰ φύσιν ὁρᾶσθαι τοῖς ἀνθρωπίνοις ὄμμασιν, ὥστε τοῖς ἀποστόλοις ἑωράθη, ἀλλ´ οὐχ ὥς τινές φασιν, οὐχ ἑωράθη. Τίνα δὲ ταῦτα; Σῶμα, φησὶ, γήινον θείαν ἐκπέμπον λαμπρότητα, σῶμα θνητὸν δόξαν πηγάζον θεότητος. Ὥστε οὐκ οὐσία Θεοῦ ἠν ἐκεῖνο, ἀλλὰ δόξα καὶ λαμπρότης μᾶλλον ἐκείνης, ὧ μιαρὲ, καὶ ἀνοίας μεστὲ καὶ φθόνου, ὅστις ποτὲ εἶ ὁ ταῦτα τολμηρῶς λέγων, καὶ ῥρατὴν οὐσίαν Θεοῦ καθαπερεί τις ἐξεστηκὼς καὶ παραπαίων φεῦ! φανταζόμενος, ὅπερ οὐδὲ ὁ τῆς κακίας εὐρετὴς δαίμων ὅλως τετόλμηκε πώποτε. Ὢ τοῦ θαύματος! φησὶν, οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλλ´ ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Ἀκουέτωσαν δὴ καὶ τούτων κατὰ τὸν εἰπόντα θεολόγον τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα, οἱ κατασπᾷν ἐπιχειροῦντες εἰς κτίσμα τὸ ἀπρόσιτον φῶς ἐκεῖνο τὸ πηγάζον ἔνδοθεν ἑκ τῆς ὑπερθέου τοῦ Λόγου θεότητος, τὴν θείαν δόξαν, τὴν ἄχρονόν φησι, τὴν πάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ παντέλειον. Ὥσπερ γάρ τις εὐγενής στρατιώτης καὶ ἀνδρεῖος μὲν τὴν ψυχὴν, ῥωμαλέος δὲ τὸ σῶμα καὶ αγαθὸς τὰ πολέμια, ὁ πνευματικὸς