Ancient Greek
592.9 to 592.24
Anonymi Logoi Duo, Λόγοι δύο 592.9-24
Unproofread scanNot analysed yet
Καὶ πάλιν· Νῦν ἑωράθη τὰ τοῖς ἀνθρωπίνοις ἀθέατα ἅμμασι, σῶμα γήινον θείαν ἀπαυγάζον λαμπρότητα, σῶμα θνητὸν δόξαν πηγάζον θεότητος. Ὁ γὸρ Αόγος σὰρξ, ἡ σάρξ τε Αόγος ἐγένετο, εἰ καὶ μὴ τῆς οἰκείας ἐξειστήκει ἐκάτερον φύσεως. Ὤ θαύματος πάντα νοῦν ὑπερβαίνοντος! οὐκ ἔξωθεν ἡ δόξα τῷ σώματι προσεγένετο, ἀλΔ ἔνδοθεν ἐκ τῆς ἀῤῥήτῳ λόγῳ ἡνωμένης αὐτῷ καθ´ ὑπόστασιν τοῦ Θεοῦ Λόγου ὑπερθέου θεότητος. Καὶ μετά τινα· Τελείους δὲ εἴναι τοὺς τὴν θείαν δόξαν εἰκὸς κατοπτεύοντας, τὴν ἀ κάντων ἐπέκεινα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον. Γίνεσθε γὰρ, φησὶν, τέλειοι, ὡς ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τέλειός ἑστι. Καὶ πάλιν Ἰωάννην ὁ Χριστὸς εἰς τὸ ὄρος παραλαμβάνει, ὡς τῆς θεολογίας παρθένον καὶ καθαρώτατον ὄργανον, ὅπως τὴν ἄχρονον δόξαν τοῦ Υἱοῦ θεασάμενος, Ἐν ἀρχῇ πν ὁ Λόγος, καὶ ὁ Λόγος ἡν πρὸς τὸν Θεὸν, καὶ ταῦτα μελῳδικῶς ἀνυμνοῦντα, Νῦν καθεωράθη ἀποστόλοις τὰ ἀθέατα θεότης ἐν σαρκίῳ, ἐν τῷ ὄρει Θαβὼρ ἀστράπτουσα. Ἃ δήπου καὶ Διονύσιος ὁ σοφὸς, πρὰς γε τὸν φίλον Τιμόθεον περὶ μυστικῆς διαλέγεσθαι μέλλων θεολογίας, φθάσας εἰρήκει· Σὺ δέ, λέγον, ὦ φίλε ἦιμόθεε, τῇ παρὶ τὰ μυστικὰ θεάματα συντόνῳ διατριβῇ καὶ τὰς αἰσθήσεις ἀπόλιπε καὶ τὰς νοερὰς ἐνεργείας καὶ πάντα αἰσθητὰ καὶ νοητὰ, καὶ πάντα οὐκ ῦντα καὶ ὄντα, καὶ πρὸς τὸν Πνωσιν ὡς ἐφικτὸν ἀγνώστως ἀνατάθητι τοῦ ὑπὲρ πᾶσαν οὐσίαν καὶ γνῶσιν. Τῇ γὰρ ἑαυτοῦ καὶ πάντων ἀσχέτῳ καὶ ἀπολύτῳ καθαρῶς ἐκστάσει πρὸς τὴν ὑπερούσιον τοῦ θείου σκότους ἀκτῖνα, πάντα ἀφελὼν καὶ ἐκ πάντων ἀπολυθεὶς, ἀναχθήσῃ. Θεὸς ἢν ὁ Λόγος, βροντήσειεν· ὅθεν καὶ βροντῆς υἱὸς ἀνηγόρευται. Ἀκούεις καὶ τοῦ σοφοῦ διδασκάλου τούτου τὴν τῆς θείας μεταμορφώσαως δόξαν, καὶ τὸ κατ´ αὐτὴν τῆς θεότητος φῶς ὥσπερ ἐπίτηδες τοὺς παρόντας παιδεύοντός τε καὶ σαφηνίζοντος; Μᾶλλον δ´ οὐδὲ προφητικῆς ἄνευθεν χάριτος ἔγωγ´ ἂν φαίην τῷ μεγάλῳ ταυτὶ τότε κατὰ μέρος οὐτωσὶ διευκρινεῖσθαι, καὶ θεοπρεπῶς ἐξαγγέλλεσθαι, τοῦ Πνεύματος αὐτῷ τὴν καρδίαν ἀφανῶς πρὸς τὸν λόγον ὑποκινοῦντος διὰ τοὺς νῦν ἀγνοοῦντας, καὶ δὴ καὶ τοὺς φιλονεικοῦντας πρὸς τὴν ἀλήθειαν.