Ancient Greek
599.11 to 599.20
Anonymi Logoi Duo, Λόγοι δύο 599.11-20
Unproofread scanNot analysed yet
Καὶ πάλιν ταῦτα τὰ θεῖα προστάγματα πάσῃ φυλακῇ τηρήσωμεν, ὡς ἂν καὶ ἡμεῖς τῆς θείας αὐτοῦ κατατρυφήσωμεν ὡραιότητος, τῆς αὐτοῦ γλυκυτάτης ἐμφορούμενοι γεύσεως· νῦν μὲν βσον ἐφικτὸν τοῖς τὸ γεῶδες τοῦτο πεφορτισμένοις σκῆνος τοῦ σώματος, ἔπειτα τρανότερόν τε καὶ καθαρώτερον, ὅταν ἐκλάμψωσιν οἱ δίκαιοι ὡς ὁ ἤλιος, ὅτε τῶν ἀναγκῶν ἀπαλλαγέντες τοῦ σώματος, ὡς ἄγγελοι σὺν Κυρίῳ ἄφθαρτοι ἔσονται, ἐν τῇ μεγάλῃ καὶ ἐπιφανεῖ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Γρηγόριος δ´ αὐθις, ἡ μεγάλη καὶ φιλόσοφος γλῶσσα τῆς Ἐκκλησίας, τὰ περὶ τοῦ θαυμαστοῦ Στεφάνου, καὶ τῆς ὑπὲρ φύσιν ἐκείνου θεωρίας αὐτῷ ῥηθέντα, δι´ εὐχῆς καθάπερ ἐπισφραγίζων, Γένοιτο δέ, φησίν, ἡμᾶς μὴ θεατὰς μόνον γενέσθαι. ἀλλὰ καὶ μετόχους τῆς χάριτος, πληρωθέντας τοῦ ἁγίου Πνεύματος καὶ καθαίρεσιν τῶν ἀντιδίκων,. ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλ´ Ἰωάννης ἡμῖν ὁ καὶ γλῶτταν χρυσοῦς καὶ διάνοιαν αὖνις παρελθέτω τῷ λόγῳ, καὶ ἡμῖν ἐπισφραγίσων τὸν λόγοκ, ὡς ἂν ὁ αὐτὸς καὶ ἀρχὴ καὶ τέλος ἡμῖν εἴη τῶν διδασκάλων ἐνταῦδα ταὐτόν· ο σμῶν ἐκατέρωθεν. φησὶ γοῦν, Ἐσειδὴ γὰρ ἄδηλον ἦν τοῖς ἀκούουσι τέως τὸ ῥῆμα τὸ περὶ βασιλείας, διὰ τοῦτο ἀνελθὼν ἐν τῷ ὄρει, μετεμορφώθη ἕμπροσθεν τῶν μαθητῶν αὐτοῦ, παρανοίγεων αὐτοῖς τῶν μελλόντων τὴν δόξαν, καὶ ὡς ἐν αἰνίγματι καὶ ἀοδρῶς ἐπιδεικνὺς οἷαν ἔσται τὸ σῶμα τὸ ἡμέτερον, Ἀλλὰ τότε μὲν μετὰ ἱματίων ἐφάνη, ἐν ἄὲ τῇ ἀναστάσει οὐχ οὔτως. Οὐ γὰρ δεῖται τὸ σῶμα ἡμῶν ἱματίων, οὐδὲ στέγης, οὐδὲ ὀρόφου, οὐδὲ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσως γυμνὸς ὤν οὐκ σχύνετο, δόξῃ ἠμφιεσμένος, πολλῷ μᾶλλον τὰ σώματα τὰ ἡμέτερα, ὅσῳ καὶ ἐπὶ λῆξιν ἀμείνω βαδιεῖται, οὐδενὸς τούτων δεηθήσεται. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀνιστάμενος τὰ ἱμάτια ἐπλ τοῦ τάφου καὶ σοροῦ κεῖσθαι εἴασε, γυμνὸν ἀναστήσας τὸ σῶμα δόξης ἀφάτου καὶ μακαριότητος ἐμπεπλησμένον.