Ancient Greek
599.21 to 599.28
Anonymi Logoi Duo, Λόγοι δύο 599.21-28
Unproofread scanNot analysed yet
Ταῦτ´ οὖν εἰδότας, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι´ ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες, ἀεὶ μετ´ αὐτοῦ διατρίβοντες ὧμεν σωζόμενοι τῇ αὐτοῦ χάριτ, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν. Ἀλλ´ ὁ μὲν περὶ τῶν θαυμαστῶν τουτωνὶ μυστηρίων λόγος, ὧ φλε παῖ, τὸ γλυκύ μοι καὶ πρᾶγμα καὶ ὄνομα, δι´ ὄν ἄρα καὶ τὸν ἀγῶνα τοῦτον προθύμως ἐνεστησάμην, ἰκανῶς σοι παρὰ τῶν ὑπηρετῶν τε καὶ διακόνων αὐτῶν εἴργασται τοῦ Λόγου, διδασκόντων, ἃ παρ´ αὐτοῦ καλῶς ἐδιδάχθησαν· οὐδλν γὰρ τῆς τοῦ Λόγου φωνῆς ἐναργέστερόν τε καὶ ὑψηλότερον· μᾶλλον δ´ ἅπερ τῇ πείρᾳ καλῶς ἔγνωσαν παθόντες κατ´ αὐτοὺς τούτους εἰπεῖν τὸ μακάριον ἐκεῖνο πάθος καὶ πολυύμνητον, ἔχεις καὶ γὰρ ἤδη μαθὼν παρ´ αὐτῶν φημι τῶν πρώτων μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Λόγου, καὶ δὴ καὶ τῶν μετ´ αὐτούς τε καὶ κατ´ αὐτοὺς θεολόγων τούτου καὶ διδασκάλων, ὅτι βασιλεία καὶ δόξα Θεοῦ τὸ τῆς μεταμορφώσεως θεῖον μυστήριον, ὃ δὴ καὶ ὀφθαλμοῖς ἰδεῖν ἐπὶ τοῦ ὄρους ἠξιώθησαν οἱ ἀπόστολοι, καὶ ὅτι οὔχ ἁπλῶς βασιλεία καὶ δόξα, ἀλλὰ δόξα φυσικὴ καὶ θεότης καὶ προοίμιον τῆς ἐν τῷ μέλλοντι φανησομένης ἐν Χριστῷ βασιλείας καὶ δόξης, ἦς δήπου καὶ τοὺς ἀγίους καὶ θεατὰς ἅμα καὶ κοινωνοὺς καὶ μετόχους ἐργάσεται, ἄλλους ἡλίους καὶ ἴσους ἀγγέλων, καὶ υἱοὺς ἀποτελῶν Θεοῦ κατὰ τὴν ὑπόσχεσιν. Ἔγνως, ὡς οὐδὲν τῶν κτισμάτων ἐκεῖνο, οὐδὲ τῶν φαινομένων τε καὶ δυομένων ἢ λυομένων, ἀλλὰ φῶς ἄχρονον καὶ ἀπρόσιτον, καὶ φυσικὸν τοῦ Θεοῦ. Ἔμαθες, ὅτι φυσικὸν μὲν τοῦτο, καὶ τῆς οὐσίας ἀχώριστον· οὐχ ἡ φύσις δὲ. «««ν «««ςσ «ἤκουσας γὰρ, ὅτι οὐκ ἀνθρωπίνοις ὀφθαλμοῖς ὁρῶσιν ἐκεῖνο τὸ φῶς οἱ ἄγιοι, τὸ μὴ μόνον ὑπὲρ αἴσθησιν πεφυκὸς, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν, ἀλλὰ Πνευματικὸν καὶ ὑπερφυές. Ἔγνως ἐπὶ πᾶσιν ἐκεῖνο, ὅτι τοῦτο τὸ πῆς μεταμορφώσεως μυστήριον βούλεται, ὥστε τῶν ἐν αὐτῷ πεπραγμένων καὶ εἰρημένων παρά Χριστουι