Ancient Greek
Page 599
Anonymi Medici Med., Ὀνοματοποιία τῆς ἀνθρώπου φύσεως 599
Not analysed yet
ΟΝΟΜΑΤΟΠΟΙΙΑ ΤΗΣ ΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ. Τὸ ἀπαλὸν, βρέγμα· τὸ ἀνώτερον καὶ ἐξογκώτερον τοῦ ὀπισθολάκου, ἰνίον· τὸ ἄνω τῆς κεφαλῆς, κορυφή· τοὺς μηνίγγας, κροτάφους· μήνιγξ, ἡ τοῦ ἐγκεφάλου ὑμήν· τὸ πρόσωπον τὸ ὑπὸ τὸ βρέγμα, μέτωπον· αἱ περὶ τοὺς κροτάφους ἐκφυεῖσαι τρίχες, ἴουλοι· τὰς καλυπτούσας τοὺς ὀφθαλμοὺς δορὰς, βλέφαρα, τὰς δὲ ἐν αὐταῖς τρίχας, τάρσους καὶ βλεφαρίδας· τὰς δύο γωνίας τῶν ὀφθαλμῶν, κανθούς· τὸ τῶν ὀφθαλμῶν μεσώτατον ἤγουν τὸ εἴδωλον, γλήνην· τὸ μετ' αὐτὴν κἂν ὁποίου χρώματος τύχῃ, ὄψιν καὶ κόρην· τὴν κύκλῳ τούτου γραμμὴν τὴν χωρίζουσαν, τὴν ὄψιν, καὶ τὸ λευκὸν, ἴριν· τὰ ὑποκάτω τῶν ὀφθαλμῶν ἀνεστηκότα ὀστᾶ, ὑποφθάλμια, ὑπώπια καὶ μῆλα. Τὰ τρυπήματα τῆς ῥινὸς, μυκτῆρας, καὶ ῥωθώνας· τὸ μέσον τούτων τῶν τρυπημάτων, διάφραγμα· τὸ ἔνθεν καὶ ἔνθεν τῶν μυκτήρων, πτερύγια· τὸ ἄκρον τῆς ῥινὸς, σφαιρίον. Τὸν λάκκον τοῦ ἄνω χείλους, φίλτερον· τὸ κοῖλον τοῦ κάτω χείλους, νύμφην. Τοῦ ὠτίου τὸ ἐπικλινὲς, πτερύγιον· τὸ ἐντεῦθεν, ἕλικα καὶ λοβόν· τὰ μάγουλα, παρείας καὶ γνάθους, καὶ σιαγόνας· τὸ κατώτερον τούτων, γένειον, καὶ ἀνθερεῶνα. Τοῦ ἄνω χείλους τὰς τρίχας, μύστακας· τὰ δύο ἄκρα τοῦ μύστακος, ἤγουν τὰ ἐν τοῖς δυσὶν γωνίαις τῶν χειλέων, καὶ τοῦ λάκκου τοῦ κάτω χείλους, πάππον· τὰς τοῦ πώγωνος τρίχας, ὑπήνην. Τοὺς τέσσαρας ἔμπροσθεν ὀδόντας, τομεῖς· μύλους δὲ καὶ γομφίους καὶ τραπέζας καὶ κρατῆρας τοὺς λοιπούς· τοῦ ἐσω-