Ancient Greek
Page 600
Anonymi Medici Med., Ὀνοματοποιία τῆς ἀνθρώπου φύσεως 600
Not analysed yet
τάτους πάντων καὶ ὑστεροφυεῖς, σωφρονιστῆρας· τὰς παρὰ τοὺς ὀδόντας σάρκας, οὖλα. Τὸ ὄπισθεν τοῦ τραχήλου, τένοντα· τὸ ἔμπροσθεν, σφαγήν, γλαυκονίαν καὶ ἀντικάρδιον· ἡ κεφαλὴ, τὸ ἄνω. Ἡ μέση τοῦ βραχίονος, ὦμος· τὸ ὑποκάτω τούτου κοῖλον, μασχάλη· τὸ ἐφεξῆς τοῦ ὤμου, βραχίονα· τὸ μετὰ τοῦτον ὀξὺ, ὑφ' οὗ στηριζόμεθα κλινόμενοι, ἀγκῶνα, ὡλέκρανον καὶ κίβυτον· τὰ μετὰ τὸν ἀγκῶνα ὀστᾶ, τὸ μὲν ὑποκείμενον, πῆχυν, τὸ ἐπικείμενον, κερκίδα· τὸ δὲ ἐφεξῆς πλατὺ καὶ συμφυὲς, καρπόν· τὸ ὄπισθεν τούτου, μετάκαρπον, καὶ ταρσόν· εἶτα δάκτυλοι, ὁ ἐφεστηκὼς μὲν τῶν ἄλλων, ὁ μέγας, ὁ δὲ πρῶτος τῶν τεσσάρων, λιχανὸς, ὁ δὲ μέσος καὶ ἀντίχειρ, καὶ ὁ μετ' αὐτοὺς παράμεσος, καὶ ὁ μικρός· τὰ ὀστᾶ αὐτῶν, σκυταλίδες, καὶ φάλαγγες· καὶ ἄλλως ὁ μέγιστος πάντων λέγεται ἀντίχειρ καὶ μείζων ὁ μετ' αὐτὸν λιχανὸς, ὁ μετ' αὐτὸν μέσος, καὶ ἐπιβάτης, ὁ μετ' αὐτὸν παράμεσος καὶ σφάκελος καὶ ἄλλως. Τὰ πρῶτα ἄρθρα, προκόνδυλοι· τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου καὶ τοῦ λιχανοῦ, θέναρ· τὰ μέσα τῶν δακτύλων, ὑπόνεθρα. Τὸ ἔμπροσθεν καὶ τὸ κάτωθεν τῆς σφαγῆς, στέρνον· τὸ ἐξόπισθεν τούτου, νῶτον· τὰ ἐφεξῆς καὶ ἕως τῶν τελευταίων τῆς ῥάχεως, μετάφρενα· τὸ δὲ τελευταῖον τῆς ῥάχεως, ὀσφύς· τὸ κάτω τοῦ ὀμφάλου, κοιλία, γαστὴρ, ὑπογάστριον, καὶ ἦτρον· τὸ ποιοῦν μάλια γύρωθεν τῶν αἰδοίων, ἐπίσειον, καὶ ἥβην, καὶ ἐφήβαιον· τὸ ἐκκρεμὲς τοῦ ἄῤῥενος, καυλὸς, καὶ στῆμα· τὸ πέρας τοῦ καυλοῦ, βάλανον, καὶ τὸ δέρμα τούτου, πόσθην· τὸ δέρμα τῶν διδύμων, ὄρχιν, οἱ ὄρχεις, καὶ δίδυμοι καὶ παιδογόνοι· τὸ τελευταῖον ὀστοῦν τοῦ σπονδύλου τῆς ῥάχεως, ἱερὸν ὀστοῦν καὶ ὑποσπόνδυλον· τὸ ὑπὸ ταῖς πλευραῖς μαλακὰ, λαπάραν καὶ κένωσιν· εἶτα τὰ ἐντεῦθεν ὀστᾶ, ληγόνας. Τοῦ μηροῦ ὀστᾶ δύο, τὸ μὲν πρῶτον, μηρὸν, τὸ δὲ ἀλλὸ, παραμήριον· τὸ ἐπάνω ὀστοῦν τούτων, ἤγουν τὸ ἐγχωρίως λεγόμενον παπάδιον, ἐπιγονατίς, καὶ ἐπιμηρίς· τὸ ἄκρον τοῦ μηροῦ τὸ πρὸς τὴν κνήμην, γόνυ· τὸ ὄπισθεν, ἐν ᾧ καὶ κάμπτομεν τὸ γόνυ, ἰγνύη· τῆς κνήμης ὀστᾶ δύο, ὧν τὸ ἔμπροσθεν, ἀντικνήμιον, τὸ δὲ ἄλλο, κνήμη καὶ κερκίς· τὰ ἄκρα τῶν αὐτῶν ὀστῶν, σφυρὰ καλεῖται· τὸ μέσον τῶν αὐτῶν ὀστῶν, ψαχνὸν (?),μῦς καὶ γαστροκνήμη· τὸ ἔμπροσθεν τοῦ ποδὸς, ταρσὸς, πλατὺ πεδίον. Στῆθος δὲ τὸ κάτω μετὰ τὸ κοῖλον, ἀφ' οὗ οἱ δάκτυλοι, οἱ δὲ τοῦ ποδὸς δάκτυλοι, ὡς καὶ τῆς χειρός· πέλμα δὲ τὸ ὑπὸ κάτω τοῦ ποδός.