Ancient Greek
Page 222
Anonymi Paradoxographi, De transformationibus 222
Not analysed yet
Λυκάων ὁ βασιλεὺς μετεμορφώθη εἰς λύκον διὰ τὸ τῷ Διὶ παραθεῖναι ἐπὶ τῆς τραπέζης κρέα ἀνθρώπινα παρ' αὐτῷ ξενουμένῳ. Ἄργος ὁ πανόπτης Ἰοῦς φύλαξ ἀναιρεθεὶς ὑφ' Ἑρμοῦ εἰς ὄρνεον ταὼν μετέβαλε κατ' ἔλεον Ἥρας, οὗ διὰ τῶν πτερῶν ἡ πολυπληθία τῶν ὀμμάτων φαίνεται. Σύριγξ νύμφη διωκομένη ὑπὸ Πανὸς εἰς τὸν Λάδωνα ποταμὸν αὑτὴν ἔρριψε, καλάμων δὲ φυέντων Πᾶν τεμὼν καὶ ὄργανόν τι κατασκευάσας σύριγγα προσηγόρευσεν εἰς τιμὴν τῆς προειρημένης νύμφης. Κύκνος Σθενέλου υἱὸς διὰ τὸ Φαέθοντος πένθος εἰς ὁμώνυμον ὄρνεον [μετέβαλεν]. Κορώνη Κορωνέως θυγάτηρ τοῦ Φωκέων δυνάστου φεύγουσα τὸν Ποσειδῶνος ἔρωτα εἰς τὸ ὁμώνυμον μετέβαλεν ὄρνεον κατ' ἔλεον Ἀθηνᾶς. Νυκτιμένη Κλυμένου θυγάτηρ φεύγουσα τὸν τοῦ πατρὸς ἔρωτα κατ' ἔλεον Ἀθηνᾶς εἰς γλαῦκα μετεμορφώθη. Ἥλιος Λευκοθόῃ τῇ Ὀρχομένου μιγῆναι θελήσας εἰς τὴν μητέρα τῆς προειρημένης μετεμορφώθη. ταύτην ὁ πατὴρ ζῶσαν κατώρυξεν, Ἥλιος δὲ εἰς δένδρον λιβανοφόρον μετεμόρφωσε, ποιήσας ἐκ τοῦ τάφου αὐτῆς φῦναι, τὴν δ' ἀδελφὴν αὐτῆς εἰς πόαν ἡλιοτρόπιον διὰ τὸ κατηγορῆσαι αὐτῆς.