Ancient Greek
Page 223
Anonymi Paradoxographi, De transformationibus 223
Not analysed yet
Λευκώνη Κυανίππου γυνή, φιλοκυνήγου τοῦ ἀνδρὸς ὑπάρχοντος ζηλοτυποῦσα καὶ ὑποπτεύουσα πρὸς ἑτέραν αὐτὸν πορεύεσθαι γυναῖκα αὐτῆς ἀμελοῦντα, νυκτὸς ἀκολουθήσασα καὶ λάθρα εἰς τὴν ὕλην ἐγκρυβεῖσα ὑπὸ τῶν τοῦ ἀνδρὸς κυνῶν διεσπάσθη. Πολύυμνος Ἀργεῖος Διονύσου ἐρασθεὶς ὑπέσχετο ζητοῦντι τὴν εἰς ἅδου κάθοδον μηνύσειν, ἐὰν αὐτῷ τῆς ὥρας ἀποχαρίσεται. ἐπαγγειλαμένου δὲ τοῦ θεοῦ ἐμήνυσε διὰ τῆς Λέρνης οὔσης ἀβύσσου. ἀναγαγὼν δὲ τὴν Σεμέλην εὗρε τὸν Πολύυμνον τετελευτηκότα, θέλων δὲ εὐορκεῖν ἐλθὼν ἐπὶ τὸν τάφον τοῦ ἐραστοῦ συκίνῳ φάλλητι περιεκυλίσατο. διὰ τοῦτο ἔνιοί φασι ἵστασθαι τῷ θεῷ φάλλους ὑπομνήματα τῆς εὐορκίας.