Ancient Greek
289.3.1
Anonymous, Genus Isaei (Westermann) 289.3.1
Unproofread scanNot analysed yet
Ἰσαῖος ὁ ῥήτωρ ἐγένετο κατὰ μὲν τινὰς Ἀθηναῖος, κατὰ δὲ τινὰς Χαλκιδεύς, πατρὸς δὲ Λιαγόρου, 'μαθητὴς δ' Ἰσο-κράτους τοῦ ῥήτορος, διδάσκαλος δὲ Δημοσθένους. ἦκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον καὶ ἐπεβίω μέχρι τῆς Φιλίππου ἀρχῆς, ὡς φησι Διονύσιος ὁ Ἀλικαρνασεὺς ὁ κρι-τικός. λέγεται δὲ μειράκιον μὲν ὢν ἡδοναῖς σχολάζειν καὶ πότοις καὶ λεπτῆς ἐσθῆτος ἀντιποιεῖσθαι καὶ συνεχῶς ἐραῖν, ἀνὴρ δὲ γενόμενος τοσοῦτον μεταβεβληκέναι τὴν πολιτείαν, ὥσθ' ἕτερον ἐξ ἑτέρου δοκεῖν. "Ἀρδνος γοῦν ἐρωτήσαντος αὐτόν, εἰ ἡ δεῖνα καλὴ αὐτῷ φαίνεται, λέγεται εἰπεῖν „οὐκ οἶδα, τοὺς γὰρ τοιούτους ἀφηρέθην ὀφθαλμούς. “ταῦτα δὲ φησι Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν, οὐ πάντως περὶ τούτου λέγων Ἰσαίου· ἀμέλει γοῦν καὶ Ἀσσύριον αὐτὸν καλεῖ. ἄδηλος δ' ὁ ἀκριβῆς τοῦ θανάτου αὐτοῦ χρόνος. χαρακτήρα δὲ τὸν Λυσίου πάνυ ἀκριβῶς ἐξήλωσεν, ὥστε μηδὲ ῥάδιον εἶναι διελεῖν τοὺς λόγους. ἐστι δ' αὐτοῖς ἡ κοι-νωνία κατὰ τε τὴν λέξιν καὶ τὰ ἐνθυμήματα. κατὰ μὲν τὴν λέξιν, ὅτι ἡ μὲν Λυσίου ἐστὶ καθαρὰ καὶ ἀκριβὴς καὶ σαφὴς καὶ κυρίως καὶ σύντομος, ἔοικε δὲ κατὰ ταῦτα πάντα ἡ Ἰσαίου σχεδόν. διαφέρει δ' ὅτι τῇ μὲν πολὺ τὸ ἀφελὲς καὶ τὸ ἠθικὸν