Ancient Greek
290.1.1
Anonymous, Genus Isaei (Westermann) 290.1.1
Unproofread scanNot analysed yet
καὶ ἡ χάρις μεγάλη, ἡ δ᾽ Ἰσαίου τεχνικωτέρα δόξειεν ἂν εἶναι καὶ ἀκριβεστέρα καὶ σχηματισμοῖς διειλημμένη ποικίλους· ὅσον γὰρ ἀπολείπεται τῆς χάριτος, τοσοῦτον ὑπερέχει κατὰ τὴν δεινότητα. κατὰ μὲν οὖν τὴν λέξιν τοιαύτην εὐρή- 25οδμεν τὴν διαφοράν, κατὰ δὲ τὰ πράγματα ταύτην, ὅτι παρὰ Λυσίᾳ μὲν οὐ πολλὴν τὴν τέχνην εὑρήσομεν οὔτ᾽ ἐν τοῖς μερισμοῖς τῶν πραγμάτων οὔτ᾽ ἐν τῇ τάξει τῶν ἐνθυμημάτων, παρὰ δ᾽ Ἰσαίῳ πολλῇ τῆς τέχνης ἡ ἀκρίβεια· καὶ γὰρ προκατασκευαὶς χρῆται καὶ μερισμοῖς τεχνικωτέροις, καὶ πρὸς 30μὲν τὸν ἀντίδικον διαπονηρεύεται, τοὺς δὲ δικαστὰς καταστρατηγεῖ. πολὺς δ᾽ ἐστὶν ἐν τῷ δικανικῷ καὶ σχεδὸν μόνον τοῦτο ἠσκήσεν, ἀμέλει γοῦν πηγὴ τις τῆς τοῦ Δημοσθένους ἐκαλεῖτο δεινότητος. αὕτη δ᾽ ἦν ἡ διαφορὰ Λυσίου καὶ Ἰσαίου, ὥστε Λυσίας μὲν ὑπὲρ ἀδίκων ἐπειθὲ λέγων, Ἰσαῖος 35δὲ καὶ ὑπὲρ ἀγαθῶν λέγων ὑποπτος ἦν.