Ancient Greek
354.4.1
Anonymous, Vita Aristidis (Westermann) 354.4.1
Unproofread scanNot analysed yet
χαίρετ', Ἀριστείδου τοῦ ῥήτορος ἐπτά μαθηταί, τέσσαρες οἱ τοῖχοι καὶ τρία συνηλία, σκαμνία τρία καὶ Θρόνος εἰς. οὐκ ἔστι δέ, ἀλλὰ περὶ ἄλλου τινὸς νεωτέρου Ἀριστείδου μὴ ἔχοντος μαθητάς, ἀλλὰ μόνην τὴν διατριβὴν καὶ τὰ σκαμνία παρὰ τινος εἰσελθόντος καὶ εὑρόντος αὐτὸν μόνον. οὐ πάνυ δὲ γηραὶὸς τέθνηκεν. περὶ δὲ τοῦ χαρακτήρος καὶ τῆς ἐν λόγοις Ἀριστείδου φύσεως (τοῦτο γὰρ παρήκαμεν ἐν τοῖς ἄνω εἰπεῖν) ἤδη μὲν 15 Λογγῖνος καὶ πάντες οἱ κριτικοὶ πολλὰ προειρήκασιν, ὡς γόνιμος, ὡς ἐνθυμηματικὸς τυγχάνει καὶ βίαιος καὶ καθόλου τὸν Δημοσθένην μιμούμενος. ὅμως δὲ καὶ παρ' ἡμῶν ὀλίγα πρὸς τὸ παρὸν προστεθήσεται. φιλότιμός ἐστιν ὁ ἀνὴρ πανταχοῦ καὶ χαίρων καιναῖς ὑποθέσεσι, καὶ πρὸς 20 τοὺς πρώτους τῶν παλαιῶν ταῖς ῥητορείαις μαχόμενος, Ἰσοκράτην, Δημοσθένην, Θουκυδίδην, Ἡρόδοτον, καὶ πρὸς τὸν