Ancient Greek
355.1.1
Anonymous, Vita Aristidis (Westermann) 355.1.1
Unproofread scanNot analysed yet
κορυφαίων τῶν φιλοσόφων Πλάτωνα. οὗτος οὖν ταῖς ὕλαις ἐραμύλλους πλέκει τοὺς λόγους, καὶ τῇ τῶν ἐνθυμημάτων πυκνότητι δημοθενίζει, καὶ δεύτερα τὰ πρῶτα τίθησι πολ-λάκις καὶ τοῖς πρώτοις ὡς δευτέροις μάχεται, καὶ σχημάτων ἀγωνιστὴς καὶ ὑπηρέτης γεγέννηται. πᾶσαν δὲ τὴν γῆν ἀσφα-λῆς ὡς κύριος ἐπερχόμενος οὐδὲν ἐκ τῆς Ἀσίας ἐπεφέρετο κενὸν ἢ κοῦφον ἢ εὐθὴς, οὐδὲ ταῖς τροπικαῖς τῶν λέξεων ὡς ἐτυχὲ χρώμενος, οὐδὲ φαινόμενος τοῖς ἐντυχάνουσιν ὡς ἐπιπολῆς, ἀλλ’ ἀεὶ βαθὺς ὢν πανταχόθεν καὶ τῆς λέξεως πλείονα διδούς τῷ νοεῖν. ὁ γὰρ ὡς ἴδιον Δημοσθένει προσὸν κατενοήσαμεν, τοῦτο ἐπ’ ἀκριβείας τῶν νεωτέρων σοφι-στικῶν ἀνδρῶν αὐτὸς μόνος μεμίμηται· νικῶν γὰρ οὐκ ἀνα-παύει τὸν νοῦν, ἀλλὰ τῷ γονίμῳ τῆς φύσεως χρήται.