Ancient Greek
154.4.1
Anonymous, Vita Sophoclis (Westermann) 154.4.1
Unproofread scanNot analysed yet
Σοφοκλῆς τὸ μὲν γένος ἦν Ἀθηναῖος, υἱὸς δὲ Σοφίλλου, ὃς οὔτε, ὡς Ἀριστοξενός φησι, τέκτων ἢ χαλκεὺς ἦν, οὔτε, ὡς Ἴστρος, μαχαιροποιὸς τὴν ἐργασίαν, τυχὸν δ’ ἐκέκτητο δούλους χαλκεῖς ἢ τέκτονας· οὐ γὰρ εἰκὸς τὸν ἐκ τοῦ τοιούτου γενομένου στρατηγίας ἀξιωθῆναι σὺν Πειριλέῃ καὶ Θουκυδίδῃ, τοῖς πρώτοις τῆς πόλεως, ἀλλ’ οὐδ’ ἂν ὑπὸ τῶν κομωδῶν ἀδηκτος ἀφείδη τῶν οὐδὲ Θεμιστοκλέους ἀπεσχημένων. ἀπιστητέον δὲ καὶ τῷ Ἴστρῳ φάσκοντι αὐτὸν οὐκ