Ancient Greek
155.1.1
Anonymous, Vita Sophoclis (Westermann) 155.1.1
Unproofread scanNot analysed yet
Ἀθηνᾶον, ἀλλὰ Φλιάσιον εἶναι· εἰ δὲ καὶ τὸ ἀνέκαθεν Φλιάσιος ἦν, ἀλλὰ πλὴν Ἴστρου παρ’ οὐδενὶ ἑτέρῳ τοῦτ’ ἔστιν εὑρεῖν. ἐγένετο οὖν Σοφοκλῆς τὸ γένος Ἀθηναῖος, δήμου Κολωνήθεν, καὶ τῷ βίῳ καὶ τῇ ποιήσει περίφανής, καλῶς τ’ ἐπαιδεύθη καὶ ἐτραφῆ ἐν εὐπορίᾳ, καὶ ἐν πολιτείᾳ καὶ ἐν προ-σβείαις ἐξητάζετο. γεννηθῆναι δ’ αὐτὸν φασιν οἱ’ ὀλυμπιάδι κατὰ τὸ β’ ἔτος ἐπὶ ἄρχοντος Ἀθήνησι Φιλίππου. ἦν δ’ Αἰσχύλου νεώτερος ἔτεσι ιζ’, Εὐριπίδου δὲ παλαιότερος κδ’. διεπονίθη δ’ ἐν παισὶ καὶ περὶ παλαίστραν καὶ μουσικήν, ἐξ ὧν ἀμφοτέρων ἐστεφανώθη, ὡς φησιν Ἴστρος. ἐδιδάχθη δὲ τὴν μουσικὴν παρὰ Λάμπρῳ, καὶ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀθηναίων περὶ τρόπαιον ὄντων μετὰ λύρας γυμνὸς ἀληλμμένος τοῖς παιανίζουσι τῶν ἐπινικίων ἐξῆρχεν. παρ’ Αἰσχύλῳ δὲ τὴν τραγῳδίαν ἔμαθε, καὶ πολλὰ ἐκαι-νούργησεν ἐν τοῖς ἄγῳσι, πρῶτον μὲν καταλύσας τὴν ὑπό-κρισιν τοῦ ποιητοῦ διὰ τὴν ἰδίαν μικροφωνίαν· πάλαι γὰρ καὶ ὁ ποιητὴς ὑπεκρίνετο· αὐτοὺς δὲ τοὺς χορευτὰς ποιήσας ἀντὶ ιβ’ ιε’ καὶ τὸν τρίτον ὑποκριτὴν ἐξεῦρεν. φασὶ δ’ ὅτι καὶ κιθάραν ἀναλαβὼν ἐν μόνῳ τῷ Θαμυρίδῃ ποτε ἐκιθά-ρισεν, ὅθεν καὶ ἐν τῇ ποικιλῇ στοᾷ μετὰ κιθάρας αὐτὸν