Ancient Greek
V. Περὶ τῶν κατὰ τὴν Λιβύην ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 18
Not analysed yet
18. Καὶ μετὰ τὸν μέγαν καταράκτην ἀπὸ μὲν δυσμῶν τοῦ Νείλου Εὐωνυμῖται, Σεβρίδαι, Κάτοιποι καὶ πρὸς τῇ Μερόῃ νήσῳ Μέμνονες μεθʼ οὓς Ἐλεφαντοφάγοι Αἰθίοπες εἶτα Πεσενδάραι καὶ Κινναμωμοφόρος χώρα, τούτων δὲ δυτικωτέρα ἐστὶν Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοὶ, Ἄττεροι, Νοῦβαι ἕτεροι, Βλέμμυες, Στρουθοφάγοι καὶ ἡ Σμυρνοφόρος χώρα. Τὴν δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθʼ ἣν ἡ ἄγνωστός ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ Ὑποδρόμῳ Ἱπποφάγοι Αἰθίοπες, ὧν μεσημβρινώτεροι οἱ κοινῶς καλούμενοι Ἑσπέριοι. Τούτων δὲ ἀνατολικώτεροι Ἀθάκαι· τὰ δὲ περὶ τὸν κόλπον τῆς Βραχείας θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἅμα καὶ μεσημβρίαν πλησιάζουσα τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλήκαλουμένη Ἀγίσυμβα.