Ancient Greek
VI. Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 19
Not analysed yet
19. Τὸ δὲ ἐν τῇ Ἀσίᾳ ἔθνη ἔχει οὕτως. Μετὰ γὰρ τὸν ἰσθμὸν καὶ τὸν Τάναῖν ἐπεκταθεῖσα τὸν εἰρημένον τρόπον ἡ Σαρματία, περατοῦται μὲν ὑπὸ μεσημβρινοῦ τοῦ δίχα τέμνοντος τὸ μῆκος τῆς Κασπίας θαλάσσης, ἐκπεριελθοῦσα δὲ μετὰ ταῦτα τῆς Μαιώτιδος καὶ τοῦ Πόντου τὰ μέχρι τοῦ μυχοῦ, διὰ τῆς μεσογαίας ἐπὶ τὴν Κασπίαν ἀφικνεῖται. Ταύτης δὲ ἔχεται πρὸς ἀνατολὰς ἡ Σκυθία· αὕτη δὲ περὶ μὲν τὰς ἀρχὰς οὐ σφόδρα πλατύνεται, περὶ δὲ τὰς ἀνατολὰς καὶ πάνυ· ὀλίγου γὰρ δεῖν συνάπτει τῇ Ἰνδικῇ. Μετὰ δὲ τὴν σύμπασαν Σκυθίαν ἐστὶν ἡ Σηρικὴ, τὸ ἀνατολικώτατον ἀποτερματίζουσα τῆς ἐγνωσμένης.