Ancient Greek
VI. Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 22
Not analysed yet
22. Κεῖται δὲ ὑπὸ μὲν τὴν Κασπίαν θάλασσαν μετὰ τὰ μεθόρια τῆς Ἀρμενίας ἡ Μηδία· ὑπὸ δὲ ταύτην ὡς πρὸς ἀνατολὰς τοῦ Τίγριδος ἡ Ἀσσυρία, εἰς ἣν ἡ Κτησιφῶν. Μετὰ δὲ τὰς συμβολὰς Εὐφράτου τε καὶ Τίγριδος κάτεισιν ἡ Βαβυλωνία μέχρι θαλάσσης, δυτικωτέραν ἔχουσα τὴν Ἔρημον. Ὑπόκειται δὲ τῇ μὲν Ἀσσυρίᾳ μέχρι θαλάσσης ἡ Σουσιανὴ, τῇ δὲ Μηδίᾳ ὁμοίως ἡ Περσίς. Ἔστι δὲ τῆς Μηδίας πρὸς ἀνατολὰς καὶ παρὰ τὴν ὁμώνυμον θάλασσαν ἡ Ὑρκανία· ὑπὸ δὲ ταύτην ἡ Παρθία. Ταύτῃ δὲ ὑποβέβληται ἔρημος Καρμανία, μεθʼ ἣν ἡ ἀληθὴς κεῖται Καρμανία μέχρι θαλάσσης.