Ancient Greek
VI. Περὶ τῶν κατὰ τὴν Ἀσίαν ἐθνῶν.
Anonymous, Geographiae expositio compendiaria 21
Not analysed yet
21. Πάλιν δὲ τῇ μὲν Ἰβηρίᾳ καὶ μέρει τῆς Ἀλβανίας ὑπόκειται ἡ Ἀρμενία, χωριζομένη τῆς Καππαδοκίας τῷ Εὐφράτῃ. Ταύτῃ δὲ ὑπόκειται ἡ Μεσοποταμία, δυτικωτέραν ἔχουσα τὴν Συρίαν. Συρία δὲ ὑπόκειται ἡ Ἰουδαία. Ταύτης δὲ κατὰ νότον κειμένης ἀντιπαρεκτείνεται μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου ἡ κατὰ τὴν Πέτραν Ἀραβία. Ἡ δὲ μεταξὺ τῶν εἰρημένων ἐθνῶν καὶ τῆς δυτικῆς τοῦ Περσικοῦ κόλπου πλευρᾶς καλεῖται Ἔρημος· ἔχει δὲ καὶ αὕτη ἔθνη Ἀραβικά. Ἡ δὲ περιγραφομένη ἤπειρος ὑπό τε τῶν νοτιωτάτων τῆς Ἐρήμου καὶ τῆς Πετραίας Ἀραβίας καὶ τοῦ Ἀραβίου κόλπου τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Περσικοῦ κόλπου, καλεῖται Ἀραβία Εὐδαίμων, καὶ ἐστὶ τῷ μεγέθει μεγίστη.