Ancient Greek
24 to 25
Anonymous, Geographiae expositio compendiaria 24-25
Not analysed yet
24. Τὴν δὲ λοιπὴν τὴν μέχρι τῶν Θινῶν ἤπειρον ἅπασαν, πλείστην οὖσαν καὶ ὑπὸ πολλῶν ἐθνῶν κατοικουμένην, Ἰνδοὶ κατανέμονται, ἀφοριζομένην πρὸς μὲν ἀνατολαῖς Σίναις, πρὸς δὲ ταῖς δύσεσι Γεδρωσίᾳ, πρὸς δὲ ταῖς ἄρκτοις Παροπανισάδαις καὶ Ἀραχωσίᾳ, Σογδιανοῖς τε καὶ Σάκαις, Σκυθία τε καὶ τῇ Σηρικῇ. 25. Ἔστι δὲ καὶ τῆς ἠπείρου ταύτης κατὰ μὲν τὸ Ἰνδικὸν πέλαγος μεγίστη νῆσος, ἡ πάλαι μὲν Σιμοῦνδα καλουμένη, νῦν δὲ Σαλικὴ, ἐν ᾗ φασι πάντα γίνεσθαι τὰ πρὸς τὴν χρῆσιν τὴν βιωτικήν, ἔχειν τε παντοῖα μέταλλα, καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας μαλλοῖς γυναικείοις ἀναδεῖσθαι τὰς κεφαλάς· κατὰ δὲ τὴν καθ᾿ ἡμᾶς θάλασσαν ἡ Κύπος. (Ὁμοῦ ἔθνη ρνγ΄.)