Ancient Greek
VII. Σύγκρισις τῶν τριῶν ἠπείρων.
Anonymous, Geographiae expositio compendiaria 26
Not analysed yet
26. Συγκρινομένων δὲ τῶν τριῶν ἠπείρων πρὸς ἀλλήλας, μεγίστη μὲν ἂν φανείη ἡ Ἀσία, εἶτα ἡ Λιβύη, τελευταία δὲ ἡ Εὐρώπη. Ἀνάπαλιν δὲ πρὸς εὐδαιμονίαν καὶ εὐετηρίαν πρός τε τὰ τῶν ἀέρων καταστήματα καὶ ὑδάτων διὰ παντὸς εὐμοιρίαν καὶ τῶν φυομένων ποικίλην δαψίλειαν κατὰ τὰ ἱστορούμενα εὕροι τις ἂν μακρῷ πασῶν διαφορωτέραν τῶν ἄλλων τὴν Εὐρώπην· εἶτα τῆς ὅλης Ἀσίας σχεδόν τι τὰ ὑπὸ Ῥωμαίοις μόνα· τῆς δὲ Λιβύης τὰ περὶ τὴν θάλασσαν. Τῶν δὲ ἐν αϋταῖς ἐθνῶν, τῆς μὲν Εὐρώπης μεγίστη ἐστὶν Ἱσπανία τε καὶ Ἰταλία, Γερμανία τε καὶ Σαρματία, τῶν δὲ ἐν τῇ Λιβύῃ ἥ τε Ἀφρικὴ καὶ ἡ Αἴγυπτος καὶ τῶν Ἀσιανῶν παρὰ πάντα μὲν ἰδίως ἡ Ἰνδικὴ, μεγίστη δὲ καὶ Σκυθία Σηρική τε καὶ ἡ Εὐδαίαων.