Ancient Greek
XI. Περὶ τῆς μεγάλης θαλάσσης
Anonymous, Geographiae expositio compendiaria 32
Not analysed yet
32. Τῆς δὲ μεγίστης τε καὶ πρὸς ταῖς ἀνατολαῖς θαλάσσης τὰ μὲν νοτιώτατα καὶ πρὸς τῇ ἀγνώστῳ καλεῖται Πρασώδης θάλασσα· λέγεται γὰρ τῷ χρώματι τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγιστον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.