Ancient Greek
XI. Περὶ τῆς μεγάλης θαλάσσης
Anonymous, Geographiae expositio compendiaria 33
Not analysed yet
33. Μετὰ δὲ ταύτην ὡς πρὸς ἄρκτους ἡ Βραχεῖα κεῖται θάλασσα, ἣ οὐ διὰ βραχύτητα τοῦ μεγέθους (ἐστὶ γὰρ μεγίστη) τούτου τετύχηκε τοῦ ὁδόματος, ἀλλὰ διὰ τὰ ἐν αὐτῇ βράχη· τὰς γὰρ ἀμπώτεις γίνεσθαι κἀκεῖ μεγίστας, μὴ αὐθήμερον μεταβάλλειν, ἀλλ᾿ ἐπὶ πλεῖστον ἀναχωρεῖν χρόνον τὸ ὕδωρ, καὶ τὰς ῥαχίας μετὰ τὴν ἀναχώρησιν ἀναξηραίνεσθαι, ὥστε τοὺς πλέοντας, εἰ περιπέσοιέν ποτε τούτῳ τῷ πάθει, ὑποστηρίξαντας τὸ πλοῖον ἀναβαίνειν καθάπερ εἰς ἤπειρον.