Ancient Greek
XIII. Περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης.
Anonymous, Geographiae expositio compendiaria 39
Not analysed yet
39. Ἀναγκαῖον δὲ καὶ περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψόμεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν διʼ ὅλου τοῦ μήκους αὐτῆς ἐρχομένων ἀπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων τούτου. Εἴη δʼ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ U+2220΄, δʼ διαφορεῖ δὲ (καὶ) τοῦτο μεγίστου μύρια ὀκτὼ, β τ π β΄· ὥστε ἔγγιστα μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ μεγίστου κύκλου περιεχομένου τὸ ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφομένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν, στάδια τρισμύρια δισχίλια φ΄, ἤτοι μιλίων χιλιάδες δ καὶ τλγ΄.