Ancient Greek · ~2 min
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 40
Not analysed yet
40. Τῶν δὲ τῆς οἰκουμένης θαλασσῶν τὰ μήκη καὶ πλάτη τόνδε τὸν τρόπον ἔχει. Τῆς μὲν καθʼ ἡμᾶς θαλάσσης τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυριτανίας Τιγγιταγῆς ἔκρου, μέχρι τῆς Ἰσσοῦ στάδιοί εἰσι δισμύριοι ευ΄, ἤτοι μίλια γτπϚ΄· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐνταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κολώνειαν τῆς Μαυριτανίας στάδια εφ΄, μίλια δὲ ψλγ΄.