Ancient Greek
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 45
Not analysed yet
45. Αὕτη δὲ ἡ μεγάλη θάλασσα, ἡ τὴν ὅλην οἰκουμένην περιρρέουσα κοινῶ μὲν ὀνόματι ὠκεανὸς καλεῖται, κατὰ κλίματα δὲ διαφόρους ἔχει ἐπωνυμίας. Ὁ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις πᾶς μὲν ἀρκτικὸς καὶ βόρειος λέγεται, ἤδη δὲ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Σκυθικὸς ὠκεανὸς, τὸ δὲ δυτικώτερον Γερμανικός τε καὶ Βρεττανικὸς καλεῖται· ὁ δὲ αὐτὸς οὗτος σύμπας καὶ Κρόνιον πέλαγος καὶ Πεπηγὼς καὶ Νεκρὸς ἐπωνομάζεται. Ὁ δὲ ὑπὸ τῇ μεσημβρία σύμπας μὲν καλεῖται Μεσημβρινός τε καὶ Νότιος ὠκεανός· πάλιν δʼ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Ἐρυθρὰ θέλασσα, τὸ δὲ δυτικώτερον Αἰθιοπικὸς ὠκεανὸς προσαγορεύεται. Τῶν δὲ λοιπῶν δύο κλιμάτων τὸ μὲν κατʼ ἀνατολὰς Ἑῷον πέλαγος καὶ Ἰνδικὸς ὠκεανὸς, τὸ δὲ κατὰ τὴν δύσιν, ἀφʼ οὗπερ ἡ καθʼ ἡμᾶς θάλασσα πληροῦται, Ἑσπέριος ὠκεανὸς, καὶ κατʼ ἐξοχὴν Ἀτλαντικὸν προσαγορεύεται πέλαγος.