Ancient Greek
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 46
Not analysed yet
46. Ἡ δʼ ὑπὸ τούτων περιρρεομένη γῆ τριχῆ νενέμηται ὑπὸ τῶν ἄριστα τὴν οἰκουμένην διελόντων, εἴς τε τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην. Ὅροι δὲ τῆς μὲν Εὐρώπης πρὸς Λιβύην ὁ καθ᾿ Ἡρ̣?λέους στήλας πορθμὸς, καὶ τὸ διʼ αὐτοῦ πληρούμενον ἐπ’ ἀνατολὴν μέσον πέλαγος ἄχρι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τῆς δʼ Ἀσίας πρὸς μὲν τὴν Λιβύην τὸ αὐτὸ τοῦτο στόμα τοῦ Νείλου καὶ ὁ ἐπʼ ὀρθὴν τοῦ ποταμοῦ πόρος ἐπὶ μεσημβρίαν, πρὸς δὲ τὴν Εὐρώπην ὁ Τάναῖς ποταμὸς εἰς τὴν Μαιῶτιν ἐμβάλλων λίμνην· ἡ δὲ εἰς τὸν Εὔξεινον ἐκφέρεται Πόντον, οὗτος δὲ εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Ἑλλήσποντον, μεθʼ ὃν τὸ Αἰγαῖον ἐπὶ μεσημβρίαν ὁμοίως ἀναπέπταται πέλαγος. Ἔνιοι δὲ τὰς προκειμένας ἠπείρους ἰσθμοῖς διορίζουσιν, ἀπὸ μὲν τῆς Ἀσίας τὴν Εὐρώπην τῷ μεταξὸ Κασπίας θαλάσσης καὶ τοῦ Πόντου, τὴν δὲ Λιβύην τῷ μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης.