Ancient Greek · ~3 min
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 48
Not analysed yet
48. Τοῦ δὲ πελάγους πλάτος ἐστι τὸ μέγιστον σταδίων ε, τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου, τοῦ μεταξὺ Νάρβῶνος καὶ Μασσαλίας, ἐπὶ τὴν καταντικρὺ Λιβύην. Ὀνομασίας δὲ ἔχει τὸ σύμπαν κατὰ τόπους διαφόρους. Τὸ μὲν γὰρ στόμα τοῦ πελάγους αὐτὸ πορθμὸς καθʼ Ἡρακλέους στήλας καλεῖται. Ἕστι δὲ οὗτος τὸ μῆκος σταδίων ρκ΄, μιλίων ις΄, πλάτος δὲ ᾖ στενότατον ο΄. Εἰσπλεύσασι δὲ τὸν πορθμὸν τοῦτον εὐθέως ἡ καθʼ ἡμᾶς ἀναφαίνεται θάλασσα, ἦς τὸ μὲν πρὸς τῇ Λιβύῃ μέχρι τῆς Αἰγύπτου Λιβυκὸν καλεῖται πέλαγος, ἐν ᾧ δύο κόλποι συνίστανται οἱ προσαγορευόμενοι Σύρτεις. Τούτων δʼ ἡ μέν ἐλάττων δυτικωτέρα οὖσα τῆς ἑτέρας περίμετρον ἔχει σταδίων αχ΄, μίλια δὲ ἡ δὲ μείζων ε· ταύτης δὲ βάθος α ἐστὶ καὶ φ΄, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.