Ancient Greek
XIV. Περὶ μήκους καὶ πλάτους τῶν κατὰ τὴν οἰκουμένην θαλασσῶν.
Anonymous, Geographiae expositio compendiaria 49
Not analysed yet
49. Τὸ δὲ πρὸς τῇ Εὐρώπῃ πέλαγος πλείονας ἔχει τὰς ἐπωνυμίας. Τὸ μὲν γὰρ πρῶτον ἀπὸ τῆς δύσεως Ἴβηρικὸν λέγεται, μετʼ ἐκεῖνο δέ ἐστιν ὁ κατὰ Μασσαλίκν Γαλατικὸς κόλπος. Εἶτα κατὰ μὲν τὴν ἀρχὴν τῆς νῦν Ἰταλίας Λιγυστικὸν ἐκδέχεται πέλαγος, μετὰ δὲ τοῦτο τὸ Σαρδῷον, ἐξῆς δὲ τούτῳ τὸ Τυρρηνικὸν, εἶτα τὸ Σικελικὸν· φθάνει δὲ τοῦτο ἄχρι Παχύνου ἐπὶ μεσημβρίαν, καὶ τῶν ἄκρων τῆς Κρήτης ἐπὶ τὴν ἕω, καὶ τῆς Ἰαπυγίας ὡς ἐπὶ βορρᾶν. Μεθ᾿ ἣν ὁ Ἀδρίας πολὺς ἀναχεῖται κόλπος ἐπὶ τὰς ἄρκτους, εἶτ᾿ εἰς δύσιν ἀποκλίνει, μῆκος μὲν ἔχων ς΄ σταδίων, μιλίων δὲ ,πλάτος δὲ ᾗ πλατύτατος α καὶ σ΄. Τούτου δὶ Ἰλλυρίς ἐστι, τὰ δὲ εὐώνυμα ἡ Ἰταλία μέχρι τοῦ κατʼ Ἀκυληίαν μυχοῦ καὶ Πόλας.