Ancient Greek
Section 29
Anonymous, In Dionysii periegetae orbis descriptionem 29
Not analysed yet
283—301. Ἐπὶ τούτοις δὲ τοῖς Ἴβηρσι τὸ Πυρηναῖον ὄρος ἐστὶ καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τῶν πηγῶν τοῦ καλλιρρόου Ἠριδανοῦ, ἐφ᾿ οὗτινός ποτε ταῖς ἐκβολαῖς κατὰ τὴν ἔρημον νύκτα αἱ Ἡλιάδες ἐθρήνησαν κλαίουσαι τὸν Φαέθοντα, ἀδελφὸν αὐτῶν ὄντα. Ἐκεῖσε δὲ οἱ τῶν Κελτῶν παῖδες ἐπὶ ταῖς αἰγείροις καθεζόμενοι τοῦ χρυσαυγέος ἠλέκτρου δάκρυα ἢ ἀποσταλάγματα συλλέγουσι καὶ σωρεύουσιν. Μετὰ τοῦτον δὲ ἐφεξῆς ἡ τῶν Τυρρηνῶν χώρα ὑπάρχει. Πρὸς ταύτης δὲ τῆ ἀνατολῇ ἀναφαίνεται ἡ τῆς Ἄλπιος ὄρους ἀρχή. Ἐπὶ δὲ τὸ μέσον αὐτῆς, δηλονότι τῆς Ἄλπιος, σύρεται, ὃ ἔστι διέρχεται, τὰ ὕδατα τοῦ Ῥήνου ποταμοῦ, πρὸς τὸ ἔσχατον χεῦμα τοῦ βορείου ὠκεανοῦ, εἰς ἐκεῖνον γὰρ ἐκβάλλει. Ἐφεξῆς δὲ ἐπὶ τῷ Ῥήνῳ ἐπεκτείνεται, ἤγουν τὰς πηγὰς ἔχει, ὁ μέγας Ἴστρος, ὅστις ἐστὶν ὁ Δάνουβις, ἐπὶ τὴν ἀνατολὴν ἐστραμμένος, πλησίον τοῦ Εὐξείνου πόντου, εἰς ὃν πάντα τὸν ἀφρὸν τοῦ ὕδατος ἐρεύγεται ἢ ἐκβάλλει διὰ πέντε στομάτων, συστρεφόμενος περὶ τὴν Πεύκην νῆσον, ἣν ὁ Ἴστρος ἀποτελεῖ.