Ancient Greek
Section 30
Anonymous, In Dionysii periegetae orbis descriptionem 30
Not analysed yet
302—319. Ἐπὶ μὲν τὸ βόρειον αὐτοῦ μέρος πολλοὶ λίαν καὶ πάνυ ἐφαπλούμενα κέχυνται ἔθνη ἕως τοῦ στόματος τῆς Μαιώτιδος λίμνης, Γερμανοὶ, Σαρμάται, Γέται τε ὁμοῦ καὶ Βαστάρναι καὶ ἡ τῶν Λακῶν πολλὴ καὶ ἀπλήρωτος γῆ, καὶ οἱ ἄλκιμοι ἢ δυνατώτατοι Ἀλανοὶ καὶ οἱ Ταῦροι, οἵτινες ἐπὶ τὸν δεινὸν τοῦ Ἀχιλλέως δρόμον οἰκοῦσι, στενὸν ὁμοῦ καὶ μακρὸν, καὶ ἐπ᾿ αὐτὸ τὸ στόμα τῆς λίμνης. Ὑπερράνω δὲ τούτων ἐκτέταται τῶν πολυΐππων Ἀγαυῶν τὸ ἔθνος, ὅπου οἱ Μελάγχλαινοι καὶ οἱ τοὺς ἵππους ἀμέλγοντες ἄνδρες, καὶ οἱ Νευροὶ οἱ ταχεῖς καὶ ἰσχυροὺς πόδας ἔχοντες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι· ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ἐκτεταμένον ὕδωρ ἔμπροσθεν τοῦ Κριοῦ μετώπου τῷ Εὐξείνῳ πόντῳ μίσγεται, ὡς ἐκ γραμμῆς τινος ἢ κατὰ διάμετρον ἐξεναντίας τῶν Κυανέων ἤτοι Συμπληγάδων πετρῶν. Ἐκεῖθεν καὶ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου ποταμῶν τὰ ὕδατα ἐν τοῖς Ῥιπαίοις ὄρεσι τῆς Σκυθίας κεχωρισμένα μετὰ ἤχου ῥέουσιν. Παρὰ δὲ ταῖς ἐκβολαῖς τούτων πλησίον τοῦ πεπηγότος Κρονίου ὠκεανοῦ, τῆς νεκρᾶς οὕτω καλουμένης θαλάσσης, ὁ ἤλεκτρος αὔξεται ὁ ἡδεῖαν καὶ καλὴν τὴν λαμπηδόνα ἔχων, οἷά τις αὐγή ἐστι σελήνης ἀρχομένης. Πλησίον δὲ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις καὶ τὸν λαμπρότατον ἴδοις ἀδάμαντα.