Ancient Greek
Section 70
Anonymous, In Dionysii periegetae orbis descriptionem 70
Not analysed yet
695—705. Πρὸς δὲ τὴν ἀνατολὴν τούτου καὶ τὸν βορρᾶν ὁ ἰσθμὸς τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου ἐπίκειται. Ἐπὶ δὲ τούτῳ τῷ ἰσθμῷ τὸ ἀνατολικὸν ἔθνος κατοικεῖ τῶν Ἰβήρων (οἵτινές ποτε Ἴβηρες ἀπὸ τῆς Πυρήνης, ἤγουν τῆς ἑσπερίας ἢ δυτικῆς Ἰβηρίας ἐπὶ τὴν ἀνατολὴν παρεγένοντο, τοῖς Υρκανίοις ἀνδρασι μεγάλην ἔχθραν συμβαλόντες), καὶ τὸ μέγα ἔθνος τῶν Καμαριτῶν, οἵτινές ποτε τὸν Διόνυσον ἀπὸ τοῦ πολέμου τῶν Ἰνδῶν προσδεξάμενοι ἐξενοδόχησαν, καὶ ἱερὸν χορὸν, ὃ ἔστι μέγαν, μετὰ τῶν Βακχῶν ἔστησαν, ζώματα καὶ νεβρῖδας ἐπὶ τοῖς στήθεσιν αὐτῶν περιβαλόμενοι, εὐ οἱ εὐάν λέγοντες. Οὗτος δὲ ὁ Διόνυσος ταῖς ἑαυτοῦ φρεσὶ τὴν γενεὰν τῶν ἀνθρώπων καὶ τὰ ἤθεα τῆς γῆς ἐκείνης, τουτέστι περιφραστικῶς τὴν γῆν ἐκείνην, ἠγάπησεν.