Ancient Greek
Section 71
Anonymous, In Dionysii periegetae orbis descriptionem 71
Not analysed yet
706—717. Ἐπὶ τούτοις δὲ ἡ Κασπία κυμαίνεται θάλασσα· ῥᾳδίως δέ σοι καὶ ταύτην τὴν θάλασσαν καταγράψαιμι, οὐδαμῶς μὲν τῶν ἄποθεν ἀπῳκισμένων χωρῶν τὰς θέσεις ἰδὼν, οὐδὲ μετὰ νηὸς περάσας· οὐδὲ γὰρ ἐμοὶ τοιοῦτος βίος ὑπῆρξεν, οὐδὲ πατρική μοί ἐστιν ἐμπορία, οὐδὲ ἐπὶ τὸν Γάγγην πεπόρευμαι, ὁποῖα πολλοὶ διὰ τοῦ Ἐρυθραίου πόντου πλέουσιν, ἵνα πολὺν πλοῦτον λάβωσι τῆς ψυχῆς αὐτῶν οὐ φροντίζοντες, ἀλλ᾿ οὐδὲ τοῖς Ὑρκανίοις ἐπιμίσγομαι, οὐδὲ τοῦ Καυκάσου ὄρους τὰς κνημῖδας, ὃ ἔστι τοὺς συμφύτους καὶ δασεῖς τόπους, καὶ τῶν Ἐρυθραίων Ἀριηνῶν, οἵπερ εἰσὶν ἔθνος περὶ τὴν Ἐρυθρὰν θάλασσαν, πολυπραγμονῶ· ἀλλ᾿ αἱ Μοῦσαί με ἄγουσι καὶ φέρουσιν, αἵτινες χωρὶς πλανήσεως καὶ κακοπαθείας τὴν πολλὴν θάλασσαν καὶ τὴν ἄπειρον γῆν καὶ τὰ ὄρη καὶ τὴν αἰθερίαν ὁδὸν τῶν ἀστέρων μετρήσασθαι δύνανται.