Ancient Greek
Section 80
Anonymous, In Dionysii periegetae orbis descriptionem 80
Not analysed yet
799—808. Ἀρτίως δὲ τῆς παραλίας Ἀσίας τὸν πόρον, τουτέστι τὴν θέσιν, διαγράψαιμι, ὅστις δὴ ἐπὶ τὸν Ἑλλήσποντον ὁδεύων πρὸς τὸν νότον πορεύεται καὶ πρὸς τὸν νοτιώτατον ῥοῦν τοῦ Αἰγαίου πελάγους, μέχρι τῆς Συρίας αὐτῆς καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας. Πρῶτον μὲν οἱ Χαλκηδονῖται πλησίον τοῦ στόματος τὴν γῆν κατοικοῦσι, τὸ Βυζάντιον κατὰ τὴν πέραν ὁρῶντες. Ἐπὶ τούτοις δὲ οἱ Βέβρυκες καὶ τὰ ὄρη τῆς Μυσίας, ἤτοι τῆς μικρᾶς Βιθυνίας· τὰ ὄρη δὲ λέγει τοὺς νῦν καλουμένους Ὀλύμπους, ὅπου ὁ Κίος ποταμὸς τὰ ἐπιθυμητὰ αὐτοῦ ῥεῖθρα ἐπιπέμπει, ἐφ᾿ οὗτινός ποτε Κίου προχοαῖς ἢ ἐκβολαῖς τὸν ἰσχυρρότατον θεράποντα τοῦ μεγάλου Ἡρακλέους τὸν Ὕλαν ἡ νύμφη ἀνήρπασεν.