Ancient Greek
Section 81
Anonymous, In Dionysii periegetae orbis descriptionem 81
Not analysed yet
809—819. Ἐκεῖσε τῆς μικροτέρας Φρυγίας ὁ πολὺς ἢ μέγας ἀγκὼν ἐπὶ τὸν Ἑλλήσποντον ἐπιτρέχει, ἡ δὲ ἑτέρα Φρυγία ἡ μεγάλη ἔνδοθεν ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου ποταμοῦ κεῖται. Ἀλλ᾿ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος οὖσα καὶ πλουσία, πρὸς δὲ τὴν δύσιν τὴν ἑτέραν ἴδοις, ἥτις ὑπὸ τοὺς ἄγαν θείους καὶ θαυμαστοὺς πόδας τῆς Ἴδης κεῖται, ὑπὸ τῷ εὐρὺ ῥέοντι Ξάνθῳ καὶ τῷ ἐκ τῆς Ἴδης κατερχομένῳ Σιμόεντι, τὴν ὑψηλὴν καὶ τοὺς ἀνέμους προσδεχομένην Ἴλιον ὑπὸ ταῖς πλευραῖς αὐτῆς ἔχουσα, τὴν λαμπρὰν καὶ ἐπίσημον πόλιν τῶν πάλαι γεγενημένων ἡμιθέων, ἣν ὅ τε Ποσειδῶν καὶ Ἀπόλλων ἔκτισε, καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπόρθησεν.