Ancient Greek
118 to 132
Anonymous, Stadiasmus Magni Maris 118-132
Not analysed yet
118. Ἀπὸ Ἀσπίδος ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σ΄. 119. Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκ΄. 120. Ἀπὸ Μισούας λιμένος ἐπὶ Θερμὰ στάδιοι ξ΄. κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά. 121. Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει. 122. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει. 123. Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι ν΄ —ὅρμος ἐστὶν ἕως τῆς τῶν ἀμμώδων ἀγωγῆς. 124. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκ΄· πόλις ἐατὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· ἐπὶ δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα. Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιο φν΄. 125. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγ΄· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα. 126. Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδ΄· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει ἀσφαλίζου. 127. Ἀπὸ Οὐτίχων . Λείπει τὰ ἀπὸ Οὐτικων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπʼ Ἀλεξανδρείας ἕως Κάρνῶν. 128. Ἀπὸ εἰς Κάρνας στάδιοι κδ΄· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς ἀσφαλῶς κατάγου. 129. Ἀπὸ Καρνῶν ἐπʼ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σ΄. 130. Ἀπὸ ἀκρωτηρίου βαλανεῶν ἐπʼ ἀκρωτήριον Πάλτον στάδιοι ζ΄. 131. Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπʼ ἀκρωτήριον Βραχίων σταδ. ι΄. 132. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ᾿ εὐθείας εἰς Πάλτον στάδιοι σ΄. Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, εἰς Πάλτον στάδιοι β.