Ancient Greek
ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.
Anonymous, Stadiasmus Magni Maris 117
Not analysed yet
117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον ὡς παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.