Ancient Greek
154 to 172
Anonymous, Stadiasmus Magni Maris 154-172
Not analysed yet
154. Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκ΄· ἀπὸ τούτου ἐστὶν ὑπερβῆναι εἰς εἰς Νικό πολιν. 155. Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰεσὸν στάδιοι ψ΄. 156. Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι Ϛ΄. 157. Ἀπὸ τῶν Πωλῶν εἰς κώμην Ἀλὰς στέδιοι ν΄· ἀτὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρ΄. 158. Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρ΄· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντος ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρ΄. 159. Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ αὄρ. κώμην Σερρέτιλλιν σταδίων ρν΄. Ἀπὸ δὲ Ῥωσοῦ εὐΘυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σν΄, Κατὰ δὲ τὴν Σερρέτιλλιιν κώμη ἐπάνω Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξ΄. 160. Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ᾿ ἄκραν Ἰανουαρίαν στάδ. α΄. 161. Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδιοι λ΄. 162. Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρ΄. 163. Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου ποταμοῦ στάδιοι ρν΄. 164. Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι ο΄. Παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτὸς, ὃς Πύραμος καλεῖται. Ἀπὸ τοῦ Ῥωσαίου σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλʼ ἐπʼ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἐπὶ τὰ πρὸς ἑσπέραν τῆς ἄρκτου μέρη νότῳ, κατὰ τὰ εὐώνυμα τῆς ἠπείρου μακρὸν διαφαλλομένῳ, στάδιοι τν΄. 165. Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου ἀπηλιώτῃ νότου μικρόν τι παρέλκοντι στάδιοι φ΄. 166. Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκ΄. 167. Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ τὸ στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοὶ, στάδιοι ο΄. 168. Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι ο΄. διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος. 169. Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ΄. 170. Ἀπὸ Ζεφυρίου εἰς Σόλους στάδιοι ν΄. 171. Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι ν΄. . 172. Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρ΄.