Ancient Greek
173 to 193
Anonymous, Stadiasmus Magni Maris 173-193
Not analysed yet
173. Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κ΄· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδιοι σπ΄· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρ΄. 174. Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδιοι ρκε΄. 175. Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα, ἥτις ἔχει κλίμακα, διʼ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων ο΄. 176. Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλωδνὸν στάδιοι μ΄. 177. Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν, Σαρπηδονίαν καλουμένην, στάδιοι π΄. Ἀπʼ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κ΄. 178. Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα κειμένης πρὸς τὴν Κύπρον, εἰς πόλιν Καρπάσειαν οὐριώτατα στάδιοι υ΄. 179. Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκ΄. 180. Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκ΄. 181. Ἀπὸ δὲ τῶν Ὅλμων ἐπʼ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδιοι μ΄. 182. Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξ΄. 183. Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κ΄. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φ΄. 184. Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στάδιοι ρλ΄. Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μόλῃ σταδίους κ΄. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσσης πρὸς τὴν Ἀφροσιδιάδα στάδιοι με΄. 185. Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μ΄· ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκ΄. 186. Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν, ἐῤ ἣν κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φ΄. 187. Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον στάδιοι λε΄. 188. Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κρουνοὺς στάδιοι μ΄. 189. Ἀπὸ τῶν Κρουνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι με΄. Ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκ΄. 190. Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στάδιοι ν΄. 191. Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι ν΄. 192. Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρ΄. 193. Ἀπὸ Μανδάνης ἐπ᾿ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξ΄.