Ancient Greek
ΑΟΙΠΟΝ ΚΑΡΙΑ.
Anonymous, Stadiasmus Magni Maris 273
Not analysed yet
273. Ἔστι δὲ ἀκὸ Ῥόδου εἰς τὸ Σκύλλαιον τῆς Ἀργολίδος πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις · πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους τὴν Νίσυρον καὶ τὴν Ἀστυπάλειαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κῶ καὶ τὴν Λέρον καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν, καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν σταδίοωςν · τὸ λοιπὸν ἀπὸ τῆς Δονούσης λαβὲ εὐωνύμους καὶ Ἰὸν καὶ Σίκινόν καὶ τὴν Σίφνον καὶ τήν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλλαιον.